39
τοὺς ἐλέγalpha.152 χους βασανιζέσθω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέσθω, ὁ δὲ ορος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς εργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω· καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. ̓Αμφίσβαινα. ζῶον. ̓Αμφιστεφέεσ. πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις. ̓Αμφίστομοσ. αυτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν εχουσα, ὡς ἀντινώτους ειναι. ̓Αμφιτρίτη. ἡ θάλασσα. η γὰρ παρὰ τὸ ῥεῖν εστιν, ἡ περιῤῥεομένη, η παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμποιεῖ. καὶ ωφειλε δίφθογγον ειναι ἐκ τῆς ἐτυμολογίας. ἀλλὰ τὰ εἰς ˉτ λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οιον, ἐρέτη, μελέτη, ̓Αφροδίτη, ̓Αμφιτρίτη. ̓Αμφίφαλλον. ἀμφοτέρωθεν φαλλοὺς εχουσαν. φαλλοὶ δὲ, οἱ ἀσπιδίσκοι. ἀμφίφαλλον ἀσπίδα. ̓Αμφῶες καὶ ἀμφωτίδες καὶ ἀμφωτίδων. τῶν δύο ωτα ἐχουσῶν. καὶ παροιμία· μέχρι τῶν ἀμφωτίδων. ἐπὶ τῶν αγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ωτων, αιτινες ησαν χαλκᾶ τινὰ, καὶ περιετίθεσαν οἱ παλαισταὶ τοῖς ὠσίν. ἀμφῶες δὲ παρὰ τὸ ουας, ἐλλείψει τοῦ ˉυ οας, ὡς ουδας, ουδος. ὡς γένος, εὐγενὴς, ουτως αμφω, ἀμφῶες. ̓Αμοιβαίασ. ἀνταλλαττομένας. ̓Αμηχανίαν. ἀπορίαν, ἀδυναμίαν. alpha.153 ̓Αμελέτητοσ. ἀθέλητος, ἀζήτητος, απρακτος. τοῦ ἁγίου Μαξίμου. φησὶ γάρ· ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ, δι' ο πέφυκεν, ἐξανυσθέντος. η ἀνυσθῆναι δόξαντος. (Οὐδέτερον.) Αμματα. δέσματα, σχοινία. λέγεται δὲ καὶ ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους, ἀπὸ τῶν ἐν ̓Ακασίῳ Πηλουσιωτῶν, οι φυσικῇ τέχνῃ αμματα επλεκον, δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. Αμαχον. τὸ δυσκαταμάχητον. Πίνδαρος· αμαχον δὲ κρύψαι τὸ συγγενὲς ηθος. Αμανον. ορος πρὸς τῇ Κιλικίᾳ. ἐκλήθη δὲ Αμανον ἀπὸ τοιαύτης ἱστορίας. ̓Ορέστης ἀπὸ Ταύρων σὺν ̓Ιφιγενείᾳ τὴν Αρτεμιν κομίσας, ἐν τῷ τοιούτῳ ορει τῆς μανίας λύσιν ευρεν. ̓Αμαράντινον. ἀειθαλές. ̓Αμαυρόν. τὸ σκοτεινόν. ̓Αμάρυγμα. λαμπηδών. καὶ ἀμαρυγαὶ, αἱ τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ προσώπου ῥυτίδας, αιτινες ειρηνται διὰ τὸ ἀμαυρὸν ἀλαμπεῖς ειναι καὶ ἀμυδραί· η παρὰ τὸ ἀμάραις ἐοικέναι. ὡς γὰρ ἐκεῖναι τὸ υδωρ, ουτω καὶ αυται τὸν ἱδρῶτα μετάγουσι παρ' ἑκάτερα μέρη τῆς κεφαλῆς. αἱ δὲ ἐκλάμψεις ειρηνται παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ ου καὶ τὸ μαρμαίρω καὶ μαρμαρυγὴ καὶ μάρμαρον. ἀφ' ου alpha.154 κύριον ονομα. ἐκ τοῦ μαρῶ μέλλοντος γίνεται μάρων, ἐξ ου μαρύσσω, καὶ πλεονασμῷ τοῦ ˉα ἀμαρύσσω, καὶ ἀμάρυγμα, η μαρυγμαὶ, ἀμαρυγμὴ καὶ ἀμάρυγμα. ̓Αμβλίσιον. τὸ μάννα. ̓Αμειδέσ. στυγνὸν, σκυθρωπὸν, ἀγέλαστον. ̓Αμείλικτον. σκληρὸν, ἀπότομον, μὴ πραϋνόμενον. Αμεινον. κρεῖττον, βέλτιον, κάλλιον. ̓Αμερβέσ. τὸ μεσονύκτιον. παρὰ τὸ τὴν ορφνην, καὶ ἐκλείψει τοῦ ˉν καὶ τροπῇ τοῦ ˉφ εἰς ˉβ ἀμερβές. ὡς ἐν τῷ κύφος, κύβος, φερενίκη, βερενίκη. καὶ ἀμορβὸς καὶ ἀμορβὴς, ο ἐστιν ἀκόλουθος, ὁ αμα τινὶ ἀκολουθῶν. τροπῇ τοῦ μ εἰς ˉβ. καὶ Αμοργος νῆσος. ̓Αμόριον. πόλις ̓Ιταλίας, ὡς ̔Ρήγιον. τὸ ἐθνικὸν ̓Αμηρῖνος. ̓Αμήστρατοσ. πόλις Σικελίας. ὁ πολίτης ̓Αμηστρατίνος. ̓Αμήρυτον. πολὺ, ἐκτεταμένον, ἀτέλεστον. ̓Αμήχανον. ὑπὲρ λόγον, η ἀνεπιχείρητον, η ἀδύνατον. τοῖς δὲ ̔Ρωμαίοις ἀμήχανος ἡ χαρὰ παρέστη πρὸς τὸ πάθος. ̓Αμιγέσ. καθαρὸν, αδολον. ̓Αμίστυλον. τὸ μὴ κεκομμένον. Αμνιον. τὸ αἱμαδόχον ἀγγεῖον. παρὰ τὸ αιμα αιμνιον καὶ αμνιον. alpha.155 ̓Αμόργιμον. ομοιον βύσσῳ, πολυτελές. Αμουσα. ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Αμοτον. ἀπλήρωτον, ἀκόρεστον. παρὰ τὸ μένω γίνεται μοτὸς καὶ αμοτος. οιον· αμοτον μεμαῶτι μάχεσθαι. ἐπιτάσει τοῦ ˉα. η μότα λέγει τὰ πληρωτικὰ τῶν πληγῶν. καὶ αμοτον κατὰ ἀπόφασιν τὸ μὴ πεπληρωμένον. ἀπὸ μεταφορᾶς τῶν μὴ πεπληρωμένων τραυμάτων, τουτέστι τῶν μότων. η ἀπὸ τοῦ μετρῶ, αμετρον καὶ αμοτον. Αμπαυμα. ἀνάπαυμα. καὶ κατὰ συγκοπὴν αμπαυμα. ἀμπνύνθη. ἀναπνύω, ἀναπνύσω, ἀνέπνυκα, ἀνέπνυμαι, αμπαυμα ἀνεπνύσθη. καὶ πλεονασμῷ τοῦ ˉν ἀμπνύνθη, ὡς τὸ ἀρτύνθη. ̓Αμπλάκημα. ἁμάρτημα. ἐκ τοῦ πλέκω,