κοινὸν ἢ ἀκάθαρτον ἔφαγον· πῶς διὰ τῶν τοιούτων ·ημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύων τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τῷ τὴν βρῶσιν ἀπὸ τῆς ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύεσθαι; Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ πάντα φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς λέγεσθαι καὶ τὰ ἀκάθαρτα. Τὸ δὲ Oὐδαμῶς, κύριε· οὐδέποτε κοινὸν οὔτε ἀκάθαρτον ἔφαγον· πρὸς τὴν θέαν πάντων τῶν ἐν τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὐ περὶ τινῶν. Τὸ οὖν Σκεῦος ἐν ᾧ ἦν πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ Σκεῦος ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινὰ καὶ πάντα τὰ τετράποδα τῆς γῆς. Καὶ ὥσπερ, ὅταν λέγῃ ἡ θεία γραφή· Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, ἡ τοῦ παντὸς φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον· ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή· οὕτως οὐδὲ ἡ τοῦ πάντα φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνων, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ παράληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ὁ θεὸς ἐκαθάρισε τὰς καρδίας. Ἐρώτησις %. Eἰ εὐσεβεῖ λογισμῷ οἱ πατριάρχαι κινούμενοι ἑαυτοῖς καὶ τοῖς παισὶ τὰς γαμετὰς ἐκ τῆς οἰκείας συγγενείας εἰλήφασι, πῶς οὐ παρὰ τὸν εὐσεβῆ τῶν προγόνων σκοπὸν Ἰωσὴφ καὶ Μωϋσῆς διεπράξαντο, ὁ μὲν Aἰγυπτίαν, ὁ δὲ Μαδιανίτιδα γυναῖκα γημάμενος; Ἀπόκρισις. Eἰ μὲν πατριάρχαι φόβῳ τοῦ μὴ ἐκτραπῆναι τοὺς υἱοὺς αὐτῶν τῆς εὐσεβείας οὐκ ἐπέτρεπον αὐτοὺς ἐκ τῶν ἐθνικῶν λαβεῖν γαμετάς, ὁ δὲ Μωϋσῆς καὶ ὁ Ἰωσὴφ τοῦ τοιούτου φό βου ἦσαν ἀνώτεροι, οὐδὲν οὖν κατὰ παράβασιν τοῦ σκοποῦ τῶν πατέρων πεποιηκότες φαίνονται ὅ τε Μωϋσῆς καὶ ὁ Ἰωσὴφ λαβόντες ἐθνικὰς γαμετάς. Oὐ γὰρ μόνον αὐτοὶ οὐκ ἐξετρά πησαν τῆς εὐσεβείας ὑπὸ τῶν ἑαυτῶν γυναικῶν, ἀλλὰ καὶ τὰς ἑαυτῶν γυναῖκας εἰς τὴν ἑαυτῶν μετέφερον εὐσέβειαν. Ἐρώτησις %α. Eἰ πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ λογικοῦ ἢ ἀλόγου οὐ τεθέαται θάνατον, πῶς ὃν οὐκ εἶδεν, ὡς ἑωρακώς, ἀπειλη θέντα ἐδειλίασε θάνατον; Πῶς δὲ τοῦτον ἀγνοούμενον αὐτῷ ὡς ἐγνωσμένον ἠπείλησεν ὁ θεός; Ἀπόκρισις. Eἰ λογικὸν ἐκεῖνον καλοῦμεν τὸν ἔχοντα ἐν ἑαυτῷ τῶν ὑπὸ τῶν λόγων σημαινομένων τὰς ἐννοίας, δῆλον ὅτι καὶ ὁ Ἀδὰμ λογικὸς ὢν εἶχεν ἐν ἑαυτῷ τοῦ θανάτου τὴν ἔννοιαν. Καὶ κα θώσπερ μὴ ἑωρακὼς μὲν ὁ Ἀδὰμ λογικὸν ἐπὶ τῇ ἑαυτοῦ γυ