δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς καταγώγιον. 184 Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦντο ἐκστρατείαν, Πατζινάκοι ἀναμὶξ Κομάνοις τῇ Ἀδριανουπόλει ἐπῆλθον, ὀργιζόμενοι κατὰ τοῦ Βρυεννίου διὰ τὸ παρ' αὐτοῦ ἀναιρεθῆναί τινας αὑτῶν. Πυρὰν οὖν ὑφάψαντες πολλὰ τῶν ἐκεῖσε οἰκημάτων κατέπρησαν καὶ μηδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν. Ὡμολόγησε δὲ τούτῳ τῷ ἔτει καὶ Φιλάρετος κουροπαλάτης ὁ Βραχάμιος πίστιν τῷ βασιλεῖ καὶ δούλωσιν. Ἔν τισι γὰρ τόποις ὀχυροῖς, τείχεσι καὶ ξυναγκείαις περιειλημμένοις, τὴν οἴκησιν ποιούμενος, Ἀρμενίων τε πληθὺν καὶ συγκλύδων ἀνδρῶν συλλεξάμενος τῷ μὲν προβεβασιλευκότι Μιχαὴλ ἀκαταδούλωτος ἦν καὶ τὴν βασιλικὴν ἐπικράτειαν ἑαυτῷ οἰκειούμενος, τοῦ δὲ Βοτανειάτου περιζωσαμένου τὴν ἀρχὴν τῆς αὐτοκρατορίας δοῦλος αὐτεπάγγελτος γέγονε. Λέκας δέ τις ἀπὸ Παυλικιάνων Φιλιππουπόλεως ὡρμημένος ἐξ ἐπιγαμβρείας ηὐτομόλησε τοῖς Πατζινάκοις καὶ τούτοις συμφρονῶν τῇ Ῥωμαίων ἠπείλει τὰ φοβερώτατα, ἀλλὰ καὶ ∆οβρομηρός τις τὰ ἐν Μεσημβρίᾳ διακυκῶν. Καὶ τῷ βασιλεῖ ἀντᾶραι μελετῶντες, δείσαντες καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, πρὸ τῆς πείρας δουλικῷ ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν καὶ προσῆλθον ἱκέται αὐτόμολοι. Τότε δὴ ὁ Λέκας τὸν ἐπίσκοπον Σαρδικῆς Μιχαήλ, τὰ τοῦ βασιλέως φρονοῦντα καὶ τὴν πόλιν αὐτὸ τοῦτο ποιεῖν παραινοῦντα, ἀνεῖλε τὴν θείαν καὶ ἱερατικὴν στολὴν ἀμπεχόμενον. Ἠξίωσε δὲ ὁ βασιλεὺς καὶ τὴν πρὸ τοῦ αὐγοῦσταν Εὐδοκίαν καὶ τοὺς παῖδας αὐτῆς προνοίας τε μεγάλης καὶ τιμῆς, καὶ τριῶν σεκρέτων κυρίαν ἀπέδειξεν· οὐ μὴν ἀλλὰ καὶ τὸν Βρυέννιον καὶ τὸν Βασιλάκιον προνοίας ἐνδεχομένης ἠξίωσεν. Ἄρτι δὲ τῶν Τούρκων τὴν ἑῴαν κατατρεχόντων στρατὸν 185 ἀξιόχρεων συνηλικὼς στρατηγὸν αὐτῷ ἐφίστησι Κωνστάντιον, τὸν υἱὸν Κωνσταντίνου τοῦ ∆ούκα. Καὶ αὐτίκα διαπεράσας νεωτερίζει κατὰ τοῦ βασιλέως, καὶ βασιλεὺς παραυτίκα ἀναγορεύεται παρὰ τοῦ ἐν Χρυσοπόλει συνόντος αὐτῷ στρατιωτικοῦ πλήθους. Ἀξιώσας δὲ περὶ τούτου ὁ βασιλεὺς καὶ μὴ εἰσακουσθείς, τοὺς μὲν δώροις καὶ ἀξιώμασι μειλιξάμενος, ἄλλους δὲ ἄλλον τρόπον μεταχειρισάμενος λαμβάνει τοῦτον ἀναιμωτί, αὐτῶν τῶν ἀναγορευσάντων προδόντων αὐτόν, καὶ ἀποκείρει μοναχὸν καὶ εἴς τινα νῆσον περιορίζει. Λέγεται δὲ ὅτι καὶ εἰς πρεσβυτέρου ἀνήχθη βαθμόν.
Ὀκτωβρίῳ δὲ μηνί, ἰνδικτιῶνος γʹ, κεραυνὸς ἐνσκήψας ἐν τῷ τοῦ Μεγάλου Κωνσταντίνου κίονι, οὗ ἄνωθεν ἡ στήλη αὐτοῦ ἵστατο-Ἀπόλλωνος οὖσα ἀφίδρυμα πρότερον, εἰς ὄνομα δὲ αὐτοῦ μετονομασθεῖσαμέρος τε τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, τὰ δὲ ἔξω χαλκοῦς, κατέκαυσε. Τοῦ δὲ ἀρχιερέως τῆς Βουλγαρίας Ἰωάννου τελευτήσαντος ἐν τῇ τοῦ Βασιλακίου διόδῳ ἕτερον ἀντ' αὐτοῦ ὁ βασιλεὺς προεβάλετο, Ἰωάννην καὶ αὐτὸν καλούμενον, Ἄοινον δὲ ὀνομαζόμενον διὰ τὸ μηδόλως μετέχειν αὐτὸν οἴνου. Ὡσαύτως δὲ καὶ τοῦ πατριάρχου Ἀντιοχείας κοιμηθέντος προεβάλετο ὁ βασιλεύς τινα Νικηφόρον, Μαῦρον τὴν ἐπωνυμίαν φέροντα. Σκοπίων δὲ δοὺξ προεβλήθη Ἀλέξανδρος ὁ Καβάσιλας. Λέων δὲ ὁ ∆ιαβατηνὸς εἰς Μεσημβρίαν ἀποσταλεὶς τὰ ἐκεῖσε ἦν διοικῶν καὶ μετὰ τῶν Πατζινάκων καὶ τῶν Κομάνων συμβιβάσεις καὶ σπονδὰς ποιησάμενος. ∆έδωκε δὲ καὶ τὴν ἀνεψιὰν αὑτοῦ ὁ βασιλεὺς τὴν Συναδηνήν, θυγατέρα οὖσαν Θεοδούλου τοῦ Συναδηνοῦ, τῷ κράλῃ Οὐγγρίας εἰς γυναῖκα, οὗ καὶ τελευτήσαντος αὖθις εἰς τὸ Βυζάντιον ὑπέστρεψε. Καὶ χειροτονίαι δὲ πολλαὶ μητροπολιτῶν τε καὶ τῶν ἄλλως ἱερωμένων γεγόνασιν ἐπὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔχουσαι τὸ ἀνεπίληπτον. Ὁ δὲ βασιλεὺς λιτότητι καὶ ἁπλότητι συνειθισμένος κατ' οὐδὲν τοῦ οἰκείου ἐξέστη τρόπου. Φιλοδωρότατος δὲ ἦν καὶ προετικὸς καὶ πᾶσιν ἑτοίμως ἐπικλινόμενος. Ἦσαν δὲ αὐτῷ δοῦλοι δύο, Βορίλος τε καὶ 186 Γερμανός, οὐ κατὰ δούλους αὐτῷ ὑπακούοντες, ἀλλὰ πᾶν τὸ αὑτοῖς βουλητὸν διαπραττόμενοι ἀνενδοιάστως· δι' οὓς