39
λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἲ ἐμὲ, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἲ ἐμὲ, τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ἀλλ' ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι. ∆ι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι· δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον. Ἐδιδασκόμην, καὶ οὐ προεῖχον. ∆ιεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος, ἐὰν προαναρπασθῇς. Τοὺς τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν ἀναμένει. Ἐμοὶ μὲν δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, μὴ ἰδεῖν ἀγαθὰ τῆς Ἱερουσαλήμ. Ἐκεῖ ἀγγέλων μυριάδες, πρωτοτόκων πανήγυρις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Τούτοις σεαυτὸν ἐπιθύμησον συναριθμηθῆναι, ἀπολουσάμενος, καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Μὴ ἀτιμάσῃς τὴν κλῆσιν. Πρόχειρον ἡ κακία, καὶ δίχα τοῦ ἕλκοντος. Εὑρετὶς κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν. Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι, οἱ θεότητος μὴ φεισάμενοι; Πρώτην ὤφλησε τιμωρίαν ὁ ἄνθρωπος τῷ Θεῷ, ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν ∆εσπότου, καὶ ἀποστάτης γενόμενος. ∆ευτέραν δὲ, ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησεν τοῦ δουλεύειν Θεῷ τὸ τυραννεῖσθαι ἀπὸ τῆς καταφθειρούσης δυνάμεως. 95.1165 Ἡ τοῦ κακοῦ στάσις, ἀρχὴ τῆς κατὰ ἀρετήν ἐστιν ὁρμῆς. Οὐκ ἔστιν ἄλλη τις τοῦ κακοῦ ὑπόστασις, εἰ μὴ ὁ χωρισμὸς τοῦ ἀγαθοῦ καὶ κρείττονος. Ἡ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην. Ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ χαλεπὴ θλίψις τοῦτό ἐστιν. Οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, δι' ὄκνον ἢ διὰ νωθείαν, ὁμοίως κολάζονται. Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, φησὶ πρὸς Ἱερεμίαν ὁ Θεὸς, ὅτι ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ ἀπολογίας τυχεῖν οὐ δυνάμενα. Τὸ ἀνεπισκόπητον καὶ ἀπρονόητον ἐγκαταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, πάντων ὀλεθριώτατον, καὶ ἡ ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι μεγίστῃ τιμωρία αὕτη, τὸ ἔρημον καὶ ὀρφανὸν γενέσθαι ποιεῖ Θεοῦ. Ὁ γὰρ ξένος τοῦ βοηθοῦ καὶ Σωτῆρος γενόμενος, ὑπὸ τοῖς ἐχθροῖς καὶ τοῖς λῃσταῖς εὐθύς ἐστιν. Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος· διὰ δὲ νόμων, καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἰκόνων νοεῖται, τὸν δὲ Θεὸν οὐ βούλει νοεῖσθαι δι' ἔργων καὶ δυνάμεων. Οὐ τὸν Θεὸν βλάψομεν ἀγνοοῦντες αὐτὸν, ἀλλ' ἑαυτοὺς ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας. Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, ἀλλὰ ἀεὶ μαίνεται, καὶ κατ' ὀλίγον προελθοῦσα εὐθέως λύεται. Ὥσπερ ὀφθαλμὸς τεταραγμένος, οὕτω καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν, οὐχ οἷά τε τὸ φῶς τῆς ἀληθείας διιδέναι ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. Ἐν οὖν θολερῷ ὕδατι, καὶ τὰς ἐγχέλεις ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. Κρείττων εὐημερίας ἀχαλινώτου νόσος φιλόσοφος. Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Πέφυκεν ἕκαστος τῶν κακουργῶν ἀνδρῶν τὸ δίκαιον λέγων