Βόσπορον, τὴν δὲ Μυσίαν παραλιπεῖν, Ῥωμαίοις προσήκουσαν, καὶ ἀπόμοιραν τελοῦσαν Μακεδονίας ἀνέκαθεν. λέγεται γὰρ Μυσοὺς ἀποίκους τῶν ὑπερβορέων Κοτράγων, Χαζάρων τε καὶ Χουμάνων ὄντας, τῶν οἰκείων μεταστῆναι ἠθῶν· ἀλωμένους δὲ κατὰ τὴν Εὐρώπην, ταύτην κατειληφέναι καὶ κατοικῆσαι, Κωνσταντίνου, ᾧ Πωγωνάτος ἐπίκλησις, τότε Ῥωμαίων ἡγεμονεύοντος· ὁμωνύμως δὲ τὴν χώραν ἀπὸ Βουλγάρου (τοῦ σφῶν φυλάρχου) Βουλγαρίαν καλέσαι. θʹ. Ἄιδεται καὶ ἕτερος περὶ τούτων λόγος, ὧδέ πη ἔχων· Ἰουστινιανοῦ, τοῦ Ῥωμαίων αὐτοκράτορος, ὑπὸ Λεοντίου ἐκτμηθέντος τὴν ῥῖνα καὶ κατὰ τὴν Χερσῶνα περιορισθέντος, ἐπείπερ ἐκεῖθεν αὐτῷ διαδράναι πολυτρόπως ἐγένετο, ἐς τὴν Μαιῶτίν τε ἀφικέσθαι, καὶ τὸ Μυσῶν ἔθνος προσεταιρίσασθαι, ἐφ' ᾧ, τήν τε βασιλείαν αὑτῷ ἀνασώσασθαι, καὶ μισθοὺς μεγάλους ἐναπολήψεσθαι. τοὺς δὲ ἕψεσθαί τε αὐτῷ, καὶ πρὸς αὐτοῦ, τῆς βασιλείας αὖθις ἐπειλημμένου, εἰληφέναι τὴν χώραν, ὅσην ὁ Ἴστρος ἐντὸς Μακεδόνων περιορίζει· καὶ τὴν μετοίκησιν ταύτῃ ποιήσασθαι, καὶ πολλὰ πολέμων ἔργα καὶ ἀνδραποδισμῶν προξενῆσαι Ῥωμαίοις, πολεμησείοντας ἀεὶ, καὶ τὰ Θρᾳκῷα κατατρέχοντας κλίματα. Ῥωμαίους δὲ ἀντεπιέναι τούτοις· τοὺς δὲ τὴν ἐκείνων οὐχ ὑφισταμένους ἀλκὴν, ἐπ' ἀμφιλαφῶν χωρίων λόχμας καταδύεσθαι, καὶ ταῖς δυσχωρίαις τούτους καταγωνίζεσθαι. πολλῶν τοιγαροῦν ἐκ τοῦ κατ' ἐκείνου καιροῦ καταῤῥαγέντων πολέμων, καὶ γενναίων στρατηγῶν ὀλωλότων, Νικηφόρου τε, τοῦ παλαιτάτου αὐτοκράτορος, πεσόντος πρὸς τῶν Μυσῶν, παρὰ μόνου Κωνσταντίνου λέγεται Κοπρωνύμου ἡσσηθῆναι Μυσοὺς, καὶ αὖθις παρὰ τοῦ ἐγγόνου αὐτοῦ Κωνσταντίνου τοῦ τῆς Αὐγούστης Εἰρήνης υἱοῦ, καὶ τὰ νῦν δὲ πρὸς Ἰωάννου τοῦ αὐτοκράτορος, ὃς τὰς τῶν Μυσῶν πόλεις αἰχμῇ παρεστήσατο· οὐχ ἱστόρηται δέ τις Ῥωμαίων ἕτερος, τούτους ἐπὶ τῆς σφετέρας γῆς καταγωνισάμενος. ἀλλὰ περὶ μὲν τούτων ἅλις. ιʹ. Ὁ δὲ Σφενδοσλάβος, ταῖς κατὰ τῶν Μυσῶν νίκαις ἐπὶ μέγα αἰρόμενος, καὶ τῇ βαρβαρικῇ αὐθαδείᾳ ὑπέροπλα βρενθυόμενος (ἤδη γὰρ τὴν χώραν βεβαίως ἐκέκτητο), περιδεεῖς καὶ καταπλῆγας Μυσοὺς τῇ ἐμφύτῳ ἀπηνείᾳ κατεργασάμενος (φασὶ γὰρ τὴν Φιλίππου πόλιν τῷ πολεμεῖν ἐξελὼν, δισμυρίους τῶν ἐν τῷ ἄστει ληφθέντων ὠμῶς καὶ ἀπανθρώπως ἀνασκολοπίσαι, καὶ ταύτῃ τὸ ἀντίξουν ἅπαν ἐκδειματῶσαι καὶ θεῖναι ὑπόσπονδον), ὑπεραύχους καὶ αὐθάδεις τὰς ἀποκρίσεις τοῖς πρέσβεσι Ῥωμαίων ἐξέφερε· μὴ γὰρ ἀφέξεσθαι τῆς χώρας, εὐδαίμονος οὔσης, εἰ μὴ ἐπὶ χρημάτων πολυταλάντων καταβολῇ, καὶ ἀπεμπολήσει τῶν τε πόλεων καὶ τῶν ἀνδραπόδων, ὅσα τῷ πολεμεῖν ἐπεκτήσαντο. εἰ δ' οὐ βούλεσθαι Ῥωμαίους ταῦτα καταβαλεῖν, ἀλλὰ τῆς Εὐρώπης θᾶττον ἀφίστασθαι, ὡς μὴ προσηκούσης αὐτοῖς, καὶ πρὸς τὴν Ἀσίαν μετασκευάζεσθαι· ἄλλως γὰρ μὴ οἴεσθαι, Ταυροσκύθας εἰς σπονδὰς Ῥωμαίων ξυμβήσεσθαι. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὰς τοιαύτας ἀποκρίσεις τοῦ Σκύθου δεξάμενος, καὶ αὖθις τοῖς προαπεσταλμένοις ἀμείβεται τάδε· τὴν ἐκ πατέρων ἐς ἡμᾶς διαβᾶσαν εἰρήνην ἀλώβητον καθ' ἣν Θεὸς ἐμεσίτευσεν, οὐ δεῖν οἰόμεθα λύειν αὐτοί· ἅτε πρόνοιαν εἶναι πιστεύοντες τὴν τὸ πᾶν διευθύνουσαν, καὶ τὰ Χριστιανῶν πρεσβεύοντες ἔθιμα. διὰ ταῦτα εἰσηγούμεθά τε ὑμῖν ὡς φίλοις, καὶ συμβουλεύομεν, ἐξαυτῆς ἀπαίρειν τῆς μηδέν τι προσηκούσης χώρας ὑμῖν, καὶ μὴ διαμέλλειν, μηδ' ἀναδύεσθαι, εἰδότας, ὡς εἰ μὴ καταπειθεῖς ταύτῃ τῇ ὀνησιφόρῳ ξυμβουλῇ γένοισθε, οὐχ ἡμᾶς, αὑτοὺς δὲ, λύειν τὰς 106 ἀνέκαθεν συντεθείσας σπονδάς. καὶ μή γε δόξωμεν μεγαλαύχους 106 ταύτας τὰς