Κρόνου καὶ Ῥέας ἐγεναλόγει καὶ τῶν ἔτι περαιτέρω, Ἡρικαπαίου φημὶ καὶ τοῦ Φάνητος καὶ τῆς Ὀρφικῆς ἐκείνης Νυκτός· καὶ πρὸς πᾶν αὑτὸν ἀνῆγε γένος, εἰς Ἡρακλείδας, εἰς Πελοπίδας· καὶ ἦν αὐτῷ πάππος τε καὶ ἐπίπαππος Κῦρος ὁ Πέρσης, Κροῖσος ὁ Λυδός, ὁ Ὑστάσπου ∆αρεῖος ἢ ὁ Ἀρσάμου, αἱ τῶν μητέρων μητέρες τῆς Ἑστίας ἱέρειαι. μῦθοι ἐπὶ τούτοις καὶ τέρατα· καὶ λύκαινα σπαργῶσα τοὺς μαστοὺς καὶ ὑπέχουσα τὰς θηλὰς τοῖς βρέφεσι καὶ λαμπὰς οὐράνιος καὶ δράκων τῇ Ὀλυμπιάδι συνευναζόμενος. εἰ δέ ποτε τὸν λόγον ἐμβάλοι εἰς διήγησιν ἐρωτικὴν ἢ ἄλλο τι λέγων περὶ ἐνίων ἐρεῖν ἐτράποιτο γυναικῶν, οὐδέν τι σεμνότερον τῶν ἐπὶ τῶν τριόδων ἐφθέγγετο οὐδὲ μετετίθει τοὔνομα οὐδ' εἶχεν αἰδῶ ἡ αἰδὼς οὐδὲ τρίμμα ἦν τὸ ψιμύθιον, ἀλλ' οὐδαμῇ τὸ τῆς ἀλληγορίας καλὸν ὥστε ἑταίραν εἰπεῖν τὴν τἀφροδίσια μισθαρνήσασαν καὶ γνῶναι ἢ πλησιάσαι ἢ κἂν γοῦν συγκαθευδῆσαι τὸ συνεληλυθέναι, ἀλλὰ γυμνὰ τὰ ὀνόματα καὶ οὐδαμοῦ σχηματισμός, οὐκ ἔνδειξις, οὐκ ἔμφασις, οὐ τέχνη τοῦ λέγειν, οὐκ ἀποσιώπησις, οὐ παράλειψις, οὐ τὰ πέριξ εἰπεῖν ὥστε τὸ μέσον ἐνδείξασθαι. ἀλλ' ὥσπερ αὐτὸ τοὖργον δεικνὺς οὕτω διῄει τῷ λόγῳ ὥστε τοὺς πολλοὺς ἐρυθριᾶν καὶ μὴ ἔχειν ὅ τι καὶ φθέγξαιντο. Καὶ μή μοί τις ἐγκαλοίη σμικρολογίαν. ὥσπερ γὰρ τὸν ἐν οὐρανῷ διιππεύοντα ἥλιον φῶς ἀκραιφνέστατον ἐπιστάμενοι, εἰ βραχύ τι τὴν αἴγλην παραλλάττοντα ἴδοιμεν ἢ οἷον ὑποκυμαίνοντα τὰς αὐγὰς ἢ τὸ λευκὸν τοῦ χρώματος εἰς τὸ ἀνθρακῶδες μεταβαλόντα, ὑποπτεύοιμέν τε εὐθὺς καὶ τὸ παραλλάττον ὡς παρὰ φύσιν ἐπισημαινόμεθα. οὕτω δή, καὶ εἴ τις ἀρχιερεὺς ὢν ἔπειτα καπηλεύοι τὸ ἦθος καὶ νοθεύοι τοὺς λόγους, σημεῖον ταῦτα ποιούμεθα τῆς κατὰ ψυχὴν διαθέσεως. εἰ γὰρ ὁ κανὼν καὶ ὁ γνώμων οὔτε τὸ ἀκριβὲς σῴζοι οὔτε τὸ εὐθές, πῶς ἂν οἱ πρὸς ἐκεῖνα παραμετρούμενοι τὴν προσήκουσαν ἰδέαν τῆς ψυχῆς διασώσειαν; δεῖ μὲν γὰρ πάντας καὶ λόγον καὶ πρᾶξιν καὶ ἦθος καὶ νεῦμα καὶ κίνησιν μετρεῖν καὶ κατὰ λόγον ἱστᾶν, ἀρχιερέα δὲ μάλιστα, παρ' οὗ καὶ τοῖς ἄλλοις μέτροις τὸ εἶναι μέτροις ἐστί. ἢ πῶς ἂν ἐγὼ ἢ γλώττης φείσωμαι ἢ σεμνότητος φροντιῶ ἢ τοῦ βαδίζειν εὐθὺ καὶ μὴ κάμπτεσθαι τοῦ ὑποδείγματός μοι διεφθαρμένου, πρὸς ὃ ῥυθμίζειν ἐμαυτὸν ἐπιβέβλημαι; καὶ οὐδὲν τὰ πολλὰ τῶν ἐκείνου σμικρολογοῦμαι, ἀλλ' ὥσπερ ἐξ ἐπιπολῆς τῶν ἐκείνου ἠθῶν τε καὶ πράξεων ἅπτομαι καὶ τῶν τρόπων αὐτοῦ τοὺς εἰδότας ἀναμιμνήσκω, πῇ μὲν ἄνεσίν τε καὶ ἔκλυσιν, πῇ δὲ δυσκολίαν καὶ χαλεπότητα. οὐδεὶς γοῦν αὐτῷ τῶν θεραπόντων πληρεστάτου τοῦ μηνὸς ὑπηρέτησεν, ἀλλ' ὥσπερ ἐν χορῷ καὶ περιόδῳ μετεκινοῦντο καὶ μετετίθεντο, μονονοὺκ ἀναστρέφοντες, ἀλλ' ὑπαλαττόμενοι. ὁμοῦ γάρ τις τὸ κύπελλον ὤρεξε καὶ ὑπωπτεύθη ὡς φαρμακεύς. πληγαὶ οὖν εὐθὺς καὶ πικροὶ ἐτασμοὶ καὶ ἡ πέδη στενὴ καὶ βαρὺς ἐτασμὸς καὶ ἄλλος ἐπὶ τούτῳ καὶ ἐπ' ἐκείνῳ ἕτερος· καὶ τὴν ἐπὶ θάνατον πάντες ἀπήγοντο, ὁ μὲν ὅτι γελῴη, ὁ δ' ὅτι σκυθρωπάζοι, ὁ δὲ ὅτι μὴ κιρνῴη ἀκριβῶς καὶ ἐπιδεξίως. πολλοὶ δὲ τούτων πρὸς τὸ ὑπερβάλλον ἐνέδοσαν τῶν κακώσεων, ὥστε καὶ ἐπιβεβουλεύκασι καὶ τοῦ κράματος αὐτῷ κατέχεον φάρμακον· εἰ δὲ καὶ μὴ πεποιήκεσαν, ἀλλ' ὑπωπτεύθησαν. οἵ γε καὶ δίκην ἔδοσαν ἀρκοῦσαν ὑποψίας ἢ ἀληθείας, οἱ μὲν γὰρ ἐπ' αὐταῖς δὴ ταῖς μάστιξι μετηλλάχασι τὴν ζωήν, οἱ δὲ ξίφος κατὰ τῶν σπλάγχνων ὠθήσαντες μετριωτέραν εὑρήκασι τὴν σφαγὴν τῶν πληγῶν. Ὁρᾶτέ μοι τὸ ἦθος, ὡς ἐπιεικές, ὅτι μηδὲ ταῦτα ποιοῦμαι ἐγκλήματα, ἀλλ' ἅπερ ἂν τοῖς ἄλλοις εἰς τὴν τοῦ λέγειν πικρίαν ἀρκέσειε, ταῦτ' ἐγὼ χαρακτῆρας ἐκείνῳ τοῦ βίου πεποίημαι. τὸ μὲν οὖν ἠμεληκέναι τὸν ἄνδρα καὶ φιλοσοφίας ἁπάσης καὶ τῆς περὶ τὸ λέγειν τέχνης καὶ λέξεως καὶ ῥυθμοῦ οὐκ ἐγκαλῶ μέν, καίτοι καὶ τοῦτο ἐξῆν, σημεῖον δὲ ποιοῦμαι ψυχῆς ἀθέλκτου πρὸς τὰ καλά. τί γὰρ ἄλλο θέλξειε τὴν ἀρίστην ἢ λόγος διηκριβωμένος καὶ νοῦς συγκείμενος εὖ καὶ λέξις ἁρμόττουσα καὶ ὀνομάτων κάλλος