(φιλοῦσι γὰρ τὸν ἄνθρωπον), κυρίως δ' οὐ κυρίως, ἄλλην γὰρ ἔχει ἔννοιαν τὸ τῆς φιλανθρωπίας· καὶ τὸ καθ' ὁμοιότητα λέξεως εἰρημένον δριμύ πως, εἰ καὶ μὴ δριμὺ δοκεῖ τῷ τεχνογράφῳ. εἶδος ἄλλο δριμύτητος ἡ παρονομασία. καὶ πάλιν ἄλλο πέφυκε τὸ κατ' ἀκολουθίαν, τροπῆς μὲν πάνυ τι σκληρᾶς εἰσάγον σκληροτέραν. Ἐπιεικείας δ' ἔννοια μειονεκτεῖν ἑκόντα καὶ τῷ ἐχθρῷ χαρίζεσθαι καὶ πλέον τι διδόναι δεικνύειν τε ὡς εἴσεισι τὴν δίκην κατ' ἀνάγκην. μέθοδός τε ὑφίεσθαι τῶν ἑαυτοῦ δικαίων καὶ μὴ σφοδρῶς προσφέρεσθαι κατὰ τῶν ἀντιδίκων. ἡ λέξις δὲ καὶ τὰ λοιπὰ οἷα τῆς ἀφελείας. Τοῦ ἀληθοῦς δὲ ἔννοιαι καὶ τοῦ ἐνδιαθέτου αἱ ἀφελεῖς, ἐπιεικεῖς καὶ σχετλιάζουσαί πως. μέθοδος ἡ σχετλίασις εἰς ἔννοιαν τοιαύτην, ἐν ᾗ μὴ σχετλιάσεως χρεία τῆς εἰρημένης, τὸ χρῆσθαί τε τοῖς πάθεσιν, ὅρκῳ, φόβῳ καὶ λύπῃ, εὐχῇ, ὀργῇ καὶ θαύματι μηδὲν προειρηκότι καὶ τὸ τῶν ἀντιθέσεων μὴ συνδεσμεῖν τὰς λύσεις καὶ χωρὶς καταστάσεως ἐπάγειν τὰς ἐννοίας ἀκολουθίαν τε εἱρμῶν ἐν ταῖς ὁρμαῖς μὴ σῴζειν. λέξις ἡ τῆς τραχύτητος ἐλεεινολογοῦντι, ἡ καθαρὰ καὶ ἀφελὴς καὶ πλέον ἡ γλυκεῖα. σχήματα ταῖς ἐπιφοραῖς τὰ τῆς σφοδρᾶς ἰδέας, ἀποστροφαί, τὸ δεικτικόν, διαπορεῖν ἐντέχνως, ἐνδοιασμός, ἐπίκρισις ἐπιδιόρθωσίς τε. κῶλά τε καὶ ἀνάπαυσις καὶ ῥυθμὸς καὶ συνθήκη πάντα τὰ τῆς σφοδρότητος καὶ τὰ τῆς ἀφελείας. Ἔννοιαι δὲ βαρύτητος, εἴ τις ἀγανακτοίη, εὐεργεσίας ἀριθμῶν καὶ τυχὸν τιμωρίας, αἵ τε κατονειδίζουσι τοῖς ἠγνωμονηκόσι μᾶλλον ἐκ παραθέσεως τῶν τυχόντων κρειττόνων. αἱ εἰρωνείας μέθοδοι αἱ πρὸς ἐχθρὸν ἐλάττους. οὐδὲν ἄλλο βαρύτητος ἴδιον πλὴν τῶν δύο. Ἔννοιαι δὲ δεινότητος παράδοξοι, βαθεῖαι. λέξις ἀξιωματική, μᾶλλον δ' ἡ τετραμμένη. σχήματα, κῶλα καὶ ῥυθμοί, ἀνάπαυσις, συνθήκη, οἷα καὶ τῆς σεμνότητος καὶ τῆς ἀκμῆς τυγχάνει, λαμπρότητος, περιβολῆς, τῶν ἀπηριθμημένων. Ὁ λόγος δ' ὁ πολιτικὸς πᾶσι μὲν κεκοσμήσθω, τάσδε δὲ κατ' ἐξαίρετον ἐχέτω τὰς ἰδέας. τὸ ἠθικόν, τὸ ἀληθές, τὸ περιβεβλημένον, γοργότητα, σαφήνειαν, τὸ τραχύ, τὸ ἀκμαῖον, σεμνότητα, λαμπρότητα, δεινότητα μεθόδου, ἃς δή σοι συνοψίσομεν ὥσπερ ἐν κεφαλαίῳ. Λέξις ἧς ἐστιν ἄγνοια τρεῖς ἔχει τὰς μεθόδους εὑρέσεως νοήσεως τῆς ἀποκεκρυμμένης· ἢ ἐθνικὴ καὶ γάρ ἐστιν ἢ τέχνης ἢ καὶ νόμου. λέξεως ἁμαρτήματα φθορὰ καὶ ἀκυρία. ταὐτότητι χρησόμεθα τῶν ὀνομάτων τότε, ὅταν ἓν ᾖ τὸ ὄνομα τοῦ πράγματος οἰκεῖον. ἡ περιττότης πέφυκε καὶ λέξεως καὶ γνώμης, ἡ μὲν κατὰ διατριβήν, ἡ δὲ κατ' ἐνθυμήσεις. τῶν αὐθαδῶν καὶ τολμηρῶν ἐν λόγῳ νοημάτων δύο τὰ θεραπεύματα καὶ τὰ παραμυθοῦντα, τῆς τόλμης ὁμολόγημα βραχεῖά τε προσθήκη. παράλειψιν ἐργάσαιο τεχνικὴν ἐν τῷ λόγῳ μείζονα τὴν ὑπόνοιαν δηλῶν τῶν σιγηθέντων. τὸ περιπλέκειν ἐν καιρῷ οὐκ ἔστιν ἀτεχνίας. γνῶθι τὴν ἐπανάληψιν διδασκαλίας χάριν τοῦ πράγματος τυγχάνουσαν ἢ τοῦ βεβαίου τρόπου. τὸ σχῆμα τὸ τῆς πεύσεως ἀντίρρησιν οὐκ ἔχει. τὰ ἴσα, τὰ ὑπερβατά, προσποίησις σχεδίου, αὔξησις εἶτ' ἀπόδειξις, τὸ λέγειν ἐναντία, τὸ ἐγκωμίων ἑαυτὸν ἀξιοῦν ἐν τῷ λόγῳ, τὸ χρῆσθαί τε τοῖς ἔπεσι κολλήσει, παρῳδίᾳ, τὸ τραγικῶς ἐν τῷ πεζῷ λέγειν κατὰ τὴν τέχνην, ἅπαντα ταῦτα μέθοδοι δεινότητος ἰδέας. Ἔστω γοῦν σοι τεχνύδριον ἡ σύνοψις τῆς τέχνης, εὐσύνοπτόν τι μάθημα, σύντομον, τετμημένον, γλυκύτητος ἀνάμεστον, χάριτος πεπλησμένον, ἡδυεπές, ἡδύφθογγον, ἡδυμελὲς ἐκτόπως, ὡς ἂν καὶ παίζων λογικῶς κερδαίνῃς τι τοῦ λόγου. 8 Τοῦ σοφωτάτου Μιχαὴλ τοῦ Ψελλοῦ καὶ ὑπερτίμου Σύνοψις τῶν νόμων διὰ στίχων ἰάμβων καὶ πολιτικῶν πρὸς τὸν βασιλέα κῦριν Μιχαὴλ τὸν ∆ούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέωσ Πολὺ καὶ δυσθεώρητον τὸ μάθημα τοῦ νόμου, ἐν πλάτει δυσπερίβλεπτον, ἀσαφὲς ἐν συνόψει, ἐν λόγῳ δυσερμήνευτον, ἀλλ' ὅμως ἀναγκαῖον· καὶ δεῖ τὸν αὐτοκράτορα τούτου μᾶλλον φροντίζειν, δικαίως γὰρ τὸ δίκαιον ἐν δίκαις φυλακτέον. ὅθεν ἐγώ σοι τὰ πολλὰ τοῦ