ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος 537 καλὸν εἶναι καθ' ἡμέραν φαγεῖν, τῷ κυρίῳ φρονεῖ, τοῦτ' ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται, τοῦτ' ἔστι διὰ τὸν κύριον αὐτὸ ποιεῖ· καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλόν ἐστι καθ' ἡμέραν φαγεῖν, διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται· αἰτία γάρ ἐστιν αὐτῷ ταῦτα εἰρημένα τοῦ ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. πῶς λέγεις τοῦτο, Παῦλε; καλῶς εἶπον, φησίν, ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ' ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι, καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα καὶ ἐπιτείνει τὴν αἰτίαν καί φησιν· καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ θεῷ ἐν τῷ ἐσθίειν, ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς, καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι' ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως πως νηστεύων ἢ ἐσθίων κατάκριτος ὥσπερ τῶν αἱρέσεών τινες. Ταῦτα οὖν περὶ τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον, ἀλλὰ μὴ ἐπὶ ἄλλων τινῶν· οὐ γὰρ ἐπὶ παντὶ ὁ κανὼν οὗτος διήκει, ἀλλ' ὡς ἔφημεν, ἰδικός ἐστιν ἐπὶ τούτου μόνου καὶ τῶν ὁμοίων παραλαμβανόμενος. διὸ οὐδ' ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει, οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου· καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων οὐχὶ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Χριστοῦ, ἀλλ' ὡς ἀσθενὴς καὶ ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ' ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν, ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν, τὸν δὲ ἐσθίοντα καθ' ἡμέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν, ὅτι ἄμφω εἰς δόξαν κυρίου ποιοῦσιν ὃ ποιοῦσιν. καὶ τὰ ἑξῆς ὅσα περὶ τὴν τοιαύτην ἔννοιαν στρέφεται, ἐπὶ τῶν νηστευόντων ὑπὲρ ἡμέραν καὶ ἐσθιόντων καθ' ἡμέραν ἐκληπτέον μόνον, οἷον· σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον δώσει τῷ θεῷ. εἶτα λαβὼν ἐντεῦθεν ἀφορμὴν καὶ ἀναμνήσας ὅτι κύριον ἔχομεν, καὶ τοῦ βήματος αὐτοῦ εἰς παραίνεσιν ἀνάγει τὸν λόγον καθολικήν. τί, φησί, τοῦτο ἢ ἐκεῖνο λέγω; οὕτω δεῖ πρὸς ἀλλήλους διακεῖσθαι ὥστε ἐν μηδενὶ τὸ ὅσον ἐφ' ἡμῖν ἐπάγειν ἀλλήλοις πρόσκομμα ἢ σκάνδαλον. τῷ ἀδελφῷ δὲ εἴρηκε καὶ ἐκ τοῦ ὀνόματος δυσωπῆσαι θέλων. τί, φησί, σκανδαλίζεις; ἀδελφός σού. ἐστιν, μέλος σού ἐστιν, ἕνα πατέρα ἔχετε, ἕνα δημιουργόν. ἂν οὖν ἀναιρεθῇ ἀφ' ὑμῶν τὰ σκάνδαλα καὶ τὰ σκόμματα, πολλῷ μᾶλλον ἀναιρεθήσεται τὸ κρίνειν. οὐχὶ μόνον τὸ ἐπὶ τούτῳ κρίνειν καὶ κατακρίνειν ἢ ἐπὶ τούτῳ, ἀλλ' ἁπλῶς καὶ καθόλου ἀναιρεθήσεται τὸ κρίνειν ὅλως ἀλλήλους καὶ κατακρίνειν. καὶ τότε ἔσται ὡς ἀληθῶς ὅ τε μὴ κρινόμενος τρισμακάριστος, καὶ ὁ μὴ κρίνων παραπλήσιος, ἐν ἀρετῇ 538 καὶ ἁγιότητι ζώντων ἡμῶν καὶ τοῦ κρίνειν καὶ κρίνεσθαι πᾶσαν ἐκποδὼν ποιησαμένων πρόφασιν. ὦ Παύλου φωνῆς, ὦ οἰκοδόμου θεμέλιος. τοῦτο κρίνατε, φησί, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. ταύτην κρηπῖδα πρώτην καταβάλλεσθε. ἂν αὕτη ἑδρασθῇ ἐν ὑμῖν ἡ κρηπίς, ῥᾷον τἄλλα ἐποικοδομεῖν ἐστιν. Rο+m14,14 Ἐντεῦθεν πάλιν εἰς τὰ περὶ βρωμάτων ἐπάνεισι, καὶ παραινεῖ τοὺς δυνατοὺς κατὰ τὴν πίστιν ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν, καὶ δείκνυσιν ἐξ ὧν λέγει· καλὸν μὲν καὶ τὸ ἐν βρώμασιν ἐκεῖνον διακρινόμενον πειρᾶσθαι διορθοῦν, ἄμεινον δὲ τὸ ἀδυνατοῦντα ἐν τούτῳ ὑπερορᾶν τὸ ἐλάττωμα καὶ χειραγωγεῖν παντὶ τρόπῳ ἐπὶ τὸ κερδῆσαι καὶ σῶσαι αὐτόν. Rο+m14,16-17 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. ἀγαθὸν μὲν γὰρ τὸ διὰ τὸ ἐστηριγμένον εἶναι τῇ πίστει μὴ διακρίνεσθαι ἐν τοῖς βρώμασιν, ἐρίζοντες δὲ καὶ διαφιλονεικοῦντες σφόδρα πρὸς τοὺς διακρινομένους ποιεῖτε τὸ ἀγαθὸν ὑμῶν βλασφημεῖσθαι· ἐλεγχόμενοι γὰρ ἐκεῖνοι συνελαύνονται λέγειν πρὸς ὑμᾶς ὡς οὐ διὰ πίστιν τοῦτο ποιεῖτε, ἀλλὰ τὴν γαστέρα θεραπεύοντες. εἰ οὖν καὶ μὴ δι' ἄλλο τι ἐχρῆν τῆς περὶ τοῦτο ἔριδος ἀποσχέσθαι, ἀλλ' οὖν καὶ αὐτὸ