τῷ εἶναι, κἂν ᾖ τὸ μετέχον ἐπιτήδειον, εὐθὺς ἔμψυχον γίνεται καὶ ζῶν, οὐ λογισαμένης τῆς ψυχῆς καὶ προελο μένης, οὐδὲ λογισμῷ καὶ κρίσει ζωοποιούσης, ἀλλ' αὐτῷ τῷ εἶναι ὅ ἐστι τὴν ζωὴν τῷ μεθεκτικῷ χορηγούσης. τὸ ἄρα εἶναι αὐτῆς ταὐτὸν τῷ ζῆν. εἰ οὖν τὸ εἶναι παρ' ἑαυτῆς ἔχει, τοῦτο δὲ τῷ ζῆν ταὐτὸν καὶ ἔχει κατ' οὐσίαν τὸ ζῆν, καὶ τὴν ζωὴν ἂν ἑαυτῇ παρέχοι καὶ παρ' ἑαυτῆς ἔχοι. εἰ δὲ τοῦτο, αὐτόζως ἂν εἴη ἡ ψυχή. 190 Πᾶσα ψυχὴ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ τοῖς σώμασι μεριστῶν. εἰ γὰρ αὐτόζως ἐστὶ καὶ αὐθυπόστατος καὶ χωριστὴν ἔχει σωμάτων τὴν ὕπαρξιν, ἐξῄρηται κρείττων οὖσα τῶν μεριστῶν πάντων περὶ τοῖς σώμασιν· ἐκεῖνα γὰρ ἀχώριστα πάντῃ τῶν ὑποκειμένων ἐστί, συμμερισθέντα τοῖς μεριστοῖς ὄγκοις, καὶ ἑαυτῶν μὲν ἐκστάντα καὶ τῆς ἑαυτῶν ἀμερείας συνδιαστάντα δὲ τοῖς σώμασι, κἂν ἐν ζωαῖς ὑφεστήκῃ, οὐχ ἑαυτῶν ζωαὶ ὄντα, ἀλλὰ τῶν μετασχόντων, κἂν ἐν οὐσίᾳ καὶ ἐν εἴδεσιν ὑπάρχῃ, οὐχ ἑαυτῶν ὄντα εἴδη, ἀλλὰ τῶν εἰδοπεποιημένων. εἰ δὲ μὴ ταῦτα μόνον ἐστὶν ἡ ψυχή, οὐσία αὐθυπόστατος καὶ ζωὴ αὐτόζως καὶ γνῶσις ἑαυτῆς γνωστική, καὶ χωριστὴ κατὰ πάντα ταῦτα σωμάτων, ἀλλὰ καὶ μετέχον ζωῆς, εἰ δὲ τοῦτο, καὶ οὐσίας μετέχον, μετέχει δὲ καὶ γνώσεως ἀπ' ἄλλων αἰτίων, δῆλον δὴ ὅτι καταδεεστέρα τῶν ἀμερίστων ἐστίν. ὅτι μὲν οὖν ζωῆς ἀλλαχόθεν πληροῦται (ἀλλὰ καὶ οὐσίας, εἴπερ καὶ ζωῆς), δῆλον· πρὸ γὰρ ψυχῆς καὶ ἡ ἀμέθεκτος ζωὴ καὶ ἡ ἀμέθεκτος οὐσία. ὅτι δὲ καὶ τὸ πρώτως γνωστικὸν οὐκ ἔστι, φανερόν, εἴπερ καθὸ μὲν ψυχή, πᾶσα ζῇ, οὐ καθὸ δὲ ψυχή, πᾶσα γνῶσιν ἔχει· καὶ γὰρ ἀγνοεῖ τὰ ὄντα ψυχή τις μένουσα ψυχή. οὐκ ἄρα πρώτως ἐστὶ γνωστικόν, οὐδὲ αὐτῷ τῷ εἶναι γνῶσίς ἐστι. δευτέραν ἄρα τὴν οὐσίαν ἔχει τῶν πρώτως καὶ αὐτῷ τῷ εἶναι γνωστικῶν. ἐπεὶ δὲ ταύτης τὸ εἶναι διῄρηται τῆς γνώσεως, οὐκ ἄρα τῶν ἀμερίστων ἐστὶν ἡ ψυχή. δέδεικται δὲ ὅτι οὐδὲ τῶν περὶ τοῖς σώμασι μεριστῶν. μέση ἄρα ἀμφοτέρων ἐστίν. 191 Πᾶσα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. ἢ γὰρ ἄμφω αἰωνίως ἕξει, ἢ ἄμφω κατὰ χρόνον, ἢ τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον. ἀλλ' οὔτε ἄμφω αἰωνίως (ἔσται γὰρ ἀμέριστος οὐσία, καὶ οὐδὲν διοίσει τῆς νοερᾶς ὑποστάσεως ἡ ψυχῆς φύσις, τῆς ἀκινήτου ἡ αὐτοκίνητος) οὔτε ἄμφω κατὰ χρόνον· εἴη γὰρ ἂν γενητὴ μόνον καὶ οὔτε αὐτόζως οὔτε αὐθ υπόστατος· οὐδὲν γὰρ τῶν ὑπὸ χρόνου κατ' οὐσίαν μετρουμένων αὐθυπόστατον. ἡ δὲ ψυχὴ αὐθυπόστατος· τὸ γὰρ κατ' ἐνέρ γειαν πρὸς ἑαυτὸ ἐπιστρέφον καὶ κατ' οὐσίαν ἐπιστρεπτικόν ἐστι πρὸς ἑαυτὸ καὶ ἀφ' ἑαυτοῦ προϊόν. λείπεται ἄρα τῇ μὲν αἰώνιον εἶναι ψυχὴν πᾶσαν, τῇ δὲ χρόνου μετέχουσαν. ἢ οὖν κατ' οὐσίαν αἰώνιός ἐστι, κατ' ἐνέρ γειαν δὲ χρόνου μέτοχος· ἢ ἔμπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον. πᾶσα ἄρα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔλαχε, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. 192 Πᾶσα ψυχὴ μεθεκτὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ πρώτη τῶν γενητῶν. εἰ γὰρ αἰώνιός ἐστι κατ' οὐσίαν, ὄντως ὄν ἐστι κατὰ τὴν ὕπαρξιν καὶ ἀεὶ ὄν· τὸ γὰρ αἰῶνος μετέχον τοῦ ἀεὶ εἶναι μετεί ληφεν. εἰ δὲ κατὰ τὴν ἐνέργειάν ἐστιν ἐν χρόνῳ, γενητή ἐστι· πᾶν γὰρ τὸ χρόνου μετέχον, γινόμενον ἀεὶ κατὰ τὸ πρότερον καὶ ὕστερον τοῦ χρόνου καὶ οὐχὶ ἅμα ὅ ἐστιν ὂν ὅλον, γενητόν ἐστιν. εἰ δέ πῃ γενητή ἐστι πᾶσα ψυχή, κατ' ἐνέργειαν, πρώτη ἂν εἴη τῶν γενητῶν· τὸ γὰρ πάντῃ γενητὸν πορρωτέρω τῶν αἰωνίων. 193 Πᾶσα ψυχὴ προσεχῶς ἀπὸ νοῦ ὑφέστηκεν. εἰ γὰρ ἀμετάβλητον ἔχει τὴν οὐσίαν καὶ αἰώνιον, ἀπὸ ἀκινήτου πρόεισιν αἰτίας· τὸ γὰρ ἀπὸ κινουμένης προϊὸν αἰτίας πᾶν μεταβάλλει κατὰ τὴν οὐσίαν. ἀκίνητον ἄρα τὸ τῆς ψυχῆς πάσης αἴτιον. εἰ δὲ προσεχῶς ὑπὸ νοῦ τελειοῦται, καὶ ἐπι στρέφεται πρὸς νοῦν· καὶ εἰ μετέχει τῆς γνώσεως, ἣν ὁ νοῦς δίδωσι τοῖς μετέχειν δυναμένοις (πᾶσα γὰρ γνῶσις ἀπὸ νοῦ πᾶσίν ἐστιν, οἷς ἐστιν), εἰς ὃ δὲ πάντα ἐπιστρέφεται κατὰ φύσιν, ἀπὸ τούτου καὶ τὴν πρόοδον ἔχει κατ' οὐσίαν, πᾶσα ἄρα ψυχὴ ἀπὸ νοῦ πρόεισιν. 194 Πᾶσα ψυχὴ πάντα ἔχει τὰ εἴδη, ἃ ὁ νοῦς πρώτως ἔχει. εἰ γὰρ ἀπὸ νοῦ πρόεισι καὶ νοῦς ὑποστάτης ψυχῆς, καὶ αὐτῷ τῷ εἶναι ἀκίνητος ὢν πάντα ὁ νοῦς παράγει, δώσει