39
"Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, ἀτιμωθήσονται καὶ ἐντραπήσονται, ὁ Σύμμαχος εἴρηκε. Καὶ μαρτυρεῖ τῇ προῤῥήσει τὸ τέλος· πλήρεις γάρ εἰσιν ἀτιμίας, βδελυροὶ πᾶσιν ὁρώμενοι. μζʹ. "Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου· καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου." Μνημο νεύσας τῆς Ἰουδαίων ἀντιλογίας, αἰνίττεται τὸ πάθος, καὶ τὴν μετὰ τὸ πάθος ἀνάστασιν. Καὶ ἐπειδὴ Ἰουδαῖοι εἰώθασι τὸν ἐσταυρωμένον νεκρὸν καλεῖν, αὐτὸς βοᾷ· "Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου." Καὶ οὐ μόνον ζῇ, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς βουλομένοις παρέχει τὴν σωτηρίαν. μηʹ, μθʹ. "Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί· καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ· ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων. Ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με· καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με." Ὁ ταῦτα τοίνυν ἐργασόμενος μακροῖς ὕστερον χρό νοις, ῥύσῃ κἀμὲ τῶν ἀδίκως με πολεμούντων· καὶ ὃν ὑπέταξάς μοι λαὸν, ἀποφανεῖς εὐπειθῆ. νʹ. "∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι. Κύ ριε, καὶ τῷ ὀνόματί σου ψαλῶ." ∆ιὰ γὰρ τῶν μι κρὸν ὕστερον κληθησομένων ἐθνῶν, ἐν ἁπάσαις σε ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις ὑμνήσω. Ἔστι δὲ ταύτης τῆς προφητείας τὸ τέλος ἰδεῖν· ἐν ἁπάσαις γὰρ καὶ πόλεσι, καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ, καὶ ἐν οἰκουμένῃ, καὶ ἐν ἀοικήτῳ, ὁ θεσπέσιος ∆αβὶδ δι' εὐσεβῶν στομάτων τὸν Θεὸν ἀνυμνεῖ. 80.989 ναʹ. "Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὑτοῦ, τῷ ∆αβὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος." Σύ με γὰρ χρίσας εἰς βασιλέα, οὐ μόνον σώζεις, ἀλλὰ καὶ περί βλεπτον ἀποφαίνεις· ταύτης δὲ τῆς προνοίας οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἀξιώσεις παῖδας· ἀλλὰ καὶ ἕως αἰῶνος τῷ σπέρματί μου φυλάξεις τὴν περιφάνειαν. Τοῦτο δὲ Ἰουδαϊκῶς μὲν νοούμενον, τὴν προφητείαν ἐλέγχει. Μέχρι γὰρ τῆς αἰχμαλω σίας τοῦ ∆αβὶδ τὸ γένος εἰς βασιλείαν διήρκεσεν· μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον, μόνος Ζοροβάβελ ἡγεμονεύσας, τῆς ἡγεμονίας οὐ κατέλιπε κληρονό μους. Εἰ τοίνυν ἀληθὴς ἡ προφητεία, ὥσπερ οὖν ἀληθής· τὸ γὰρ τῆς ἀληθείας αὐτὴν ἀπεκάλυψε πνεῦμα· λείπεται νοεῖν τὸ σπέρμα τοῦ ∆αβὶδ, τὸ αἰώνιον ἔχον τὴν περιφάνειαν, τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα γεννηθέντα ∆εσπότην Χριστὸν, αἰώνιον ἔχοντα βασιλείαν καὶ δόξαν· καὶ ἔχοντα μὲν ταύτην πρὸ τῶν αἰώνων, ὡς ποιητὴν καὶ Θεόν· εἰληφότα δὲ πάλιν ὡς ἄνθρωπον, ἐπὶ ἐσχάτου τῶν ἡμερῶν· διὸ δὴ καὶ διὰ τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁ τῶν ὅλων ἔφη Θεός· "∆ώσω αὐτοῖς ∆αβὶδ τὸν βασιλέα αὐτῶν." Καὶ πάλιν· "Καὶ ∆αβὶδ ὁ βασιλεὺς ἐν μέσῳ αὐτῶν." ∆αβὶδ δὲ αὐτὸν ὠνόμασεν, ὡς ἐκ τῆς τοῦ ∆αβὶδ ὀσφύος κατὰ σάρκα βλαστήσαντα. Τοῦτο δὲ καὶ ὁ μακάριος Ἡσαΐας βοᾷ· "Ἔσταιἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." Ταῦτα μεμαθηκὼς ὁ μα κάριος Ματθαῖος, οὕτω τῆς εὐαγγελικῆς ἤρξατο συγγραφῆς· "Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβίδ."
ΕΡΜΗΝ. ΤΟΥ ΙΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Τῶν θείων νόμων εἴδη τρία παρὰ τοῦ
μακαρίου διδα σκόμεθα Παύλου. Τὸν μὲν γὰρ δίχα γραμμάτων ἔφη διὰ τῆς κτίσεως καὶ τῆς φύσεως τοῖς ἀνθρώ ποις δεδόσθαι· "Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·" καὶ πάλιν· "Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·" τὸν δὲ διὰ τοῦ μεγάλου Μω σέως ἐν γράμμασι παρεσχῆσθαι· "Τῶν παραβά σεων γὰρ, φησὶ, χάριν ὁ νόμος προσετέθη, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Οἶδε δὲ καὶ τρίτον μετὰ τούτους τεθέντα, τὸν τῆς χάριτος· "Ὁ γὰρ νόμος, φησὶ, τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου."