39
κοιμήσεως αὐτοῦ. καὶ τὴν ἁγιωσύνην σου πάλιν ἀπεδεξάμεθα εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, καθὼς καὶ μνημονεύομεν αὐτὴν ἐν τῇ ἱερουργίᾳ καθ' ἑκάστην. καὶ ἐν οὐδενὶ τὸ ἀμφιβάλλον ἢ διὰ τὸν οἰκονόμον, καθῃρημένον ὄντα ὑπὸ τῶν ἱερῶν κανόνων πολυτρόπως καὶ μάλιστα μετὰ τὸν ἀφορισμὸν τῆς ἐνναετίας πάλιν ἱερουργεῖν καὶ οὐκ ἐν ἀποβύστῳ που (ἦν γὰρ ἂν φορητόν, μὴ κοινωνούντων ἡμῶν τῷ πράγματι), ἀλλ' ὅτι ἐν αὐτῇ τῇ πηγῇ τῆς καθ' ἡμᾶς ἱερωσύνης, τὸ δὴ λεγόμενον, μετὰ τῆς εἰλικρινοῦς σου πολιτείας συνεισιέναι καὶ συλλειτουργεῖν εἰς τὸ ἀεί. Τὸ μὲν οὖν δίκαιον καὶ ὅσιον καὶ ἀσκανδάλιστον τοῖς λαοῖς τοῦ θεοῦ, καὶ μάλιστα τῷ καθ' ἡμᾶς τάγματι, ἐκβληθῆναι τῆς ἱερουργίας τὸν ἀναξίως εἰσελθόντα, ἡμῶν μνημονευόντων τῆς ἁγιωσύνης σου καὶ ἐκ παντὸς ἱεράρχου καὶ ἱερέως κοινωνούντων, μὴ προδήλως ὄντων κατεγνωσμένων κατὰ τὸν Θεολόγον. εἰ δὲ τοῦτο οὐδαμῶς διὰ τὰς ἁμαρτίας ἡμῶν, μὴ ἵνα τι γένηται (οὐκ ἐκ φόβου ὁ λόγος, ἀλλ' ἐξ οἴκτου τοῦ κατακοινοῦ) ἐν τῇ ταπεινώσει ἡμῶν παρὰ τῆς ὁσιότητός σου ἀκανόνιστον καὶ ἄθεσμον· ἐπεὶ ἡμεῖς μὲν ὑποστησόμεθα δυνάμει θεοῦ ὅπερ ἂν καὶ συμβαίη παραχωρήσει αὐτοῦ, μαρτυρού μεθα δὲ τῇ ἁγιωσύνῃ σου κατενώπιον Χριστοῦ ἐν ἀκροάσει τῶν ἁγίων ἀγγέλων ὅτι μέγα σχίσμα ἐργάζῃ ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ. καὶ εἰ ἐξουσίᾳ χρώμεθα ἄνθρωποι ὄντες, ἀλλ' ὑπὸ τῆς ἐξουσίας τῶν ἱερῶν καὶ θείων κανόνων νοητῶς καὶ μὴ βουλόμενοι καὶ ἀρχόμεθα καὶ πεισόμεθα. Ἀλλὰ δεόμεθά σου τῆς ὁσιότητος, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσον τῆς φωνῆς ἡμῶν ὡς ἰατρὸς ἐπιστήμων, ὡς ποιμὴν ἀγαθὸς τὸ ἓν πρόβατον εἶρξαι τῆς ἱερουργίας καὶ τὰ ὅλα ἀσκανδάλιστα κερδῆσαι, καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν καθ' ἡμᾶς ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. περὶ γὰρ φλυαριῶν φλυαρείτωσαν οἱ βουλόμενοι καὶ συκοφαντείτωσαν οἱ συκοφάνται· ἕτοιμοί ἐσμεν πρὸς πᾶσαν ἀπολογίαν, πρὸς πᾶσαν διάλυσιν προτάσεως κατηγορητικῆς. φίλοι καὶ ὑμνηταί σου ὑπάρχομεν, καὶ μάλα γε τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν δεσποτῶν. καὶ ὄντων ἡμῶν οὕτως, τίνος ἕνεκεν ἡ ταραχή; οὗτινος χάριν συμβήσεται ἃ συμβήσεται, εἴπερ ἐναντία τῶν τοῦ θεοῦ προσταγμάτων; χάρισαι ἡμῖν τὴν ἱεράν σου προσευχήν. 31 {1Τοῖς ἐν τῷ Σακκουδίωνι ἀδελφοῖσ}1 Ἕως μὲν ἦν καιρὸς τοῦ οἰκονομεῖν καὶ κρύπτειν τὴν ὑπόθεσιν τῆς ἀκοινωνησίας Ἰωσὴφ τοῦ οἰκονόμου, ἐποιοῦμεν τοῦτο, τέκνα καὶ ἀδελφοί, οὐκ ἐκ φόβου κρατούμενοι, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, ἀλλ' ἐξ οἰκονομικῆς συγκαταβάσεως, ἐκμιμούμενοί πως τοὺς ἁγίους πατέρας ἡμῶν, καθὰ κἀκεῖνοι ἐν καιρῷ τῷ δέοντι χρώμενοι ταύτῃ ὑπεξήγαγον ἑαυτοῖς τὸν πειρασμόν, τὸ μὲν φειδόμενοι τῶν ἀσθενε στέρων καὶ κακούντων, τὸ δὲ μικρὸν ὑπενδιδοῦντες κυβερνητικῶς, ἵνα τὸ ζητούμενον μικρὸν ὕστερον ἀντιλάβωσι κατόρθωμα. ἐπὰν δὲ νῦν ηὐδόκησεν ὁ ἀγαθὸς ἡμῶν θεὸς εἰς προῦπτον ἐκβῆναι τὴν ὑπόθεσιν, φανερῶς ἄρτι καὶ γράφομεν. πῶς δέ; διὰ τῆς τοῦ λογοθέτου τοῦ δρόμου ἐπερωτήσεως καὶ τῆς πρὸς αὐτὸν τοῦ ἀρχιεπισκόπου ἀποκρίσεως. Φησὶ γάρ, "4διατί ἕως τοῦ παρόντος οὐ συνεκοινώνησας ἡμῖν καὶ τῷ πατριάρχῃ, τοσούτων ἑορτῶν διελθουσῶν"5; καὶ ὅτι "4εἰπὲ παρρησίᾳ τὸ αἴτιον"5. καὶ ὡμολόγησεν ὁ ἀρχιεπίσκοπος καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι "4οὔτε πρὸς τοὺς εὐσεβεῖς ἡμῶν βασιλεῖς ἔχω τι οὐδ' αὖ πρὸς τὸν πατριάρχην, ἀλλὰ πρὸς τὸν οἰκονόμον τὸν στεφανώσαντα τὸν μοιχὸν καὶ διὰ τοῦτο καθῃρημένον παρὰ τῶν ἱερῶν κανόνων"5. πρὸς οἷς ἡ ἀπόκρισις τοῦ λογοθέτου ὅτι "4οἱ εὐσεβεῖς ἡμῶν βασιλεῖς χρείαν σου οὐκ ἔχουσιν οὔτε ἐν Θεσσαλονίκῃ οὔτε ἀλλῇ"5. Ἕως τούτου μήτε εὐθὺς ἀνταποκρίσεως δοθείσης μήτε ἑτέρας ἐρωτήσεως προταθείσης ἕως τοῦ παρόντος διελθουσῶν ἡμερῶν δεκατριῶν, ἢ μόνον ὅτι πεπόμφαμεν γράμματα πρὸς τὸν κῦριν Συμεών, ἃ ἔνδον τῶν γραμμάτων ἐστείλαμεν, πρὸς τὸ διαγνῶναι ὑμᾶς τὴν ὅλην δύναμιν τοῦ πράγματος. ἐξηχήθη δὲ ἡ ὑπόθεσις ἐπί τε τοῦ πατριάρχου καὶ