39
ἔτη κβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Ἀρκαδίου τοῦ βασιλέως τελευτήσαντος, ὃς ἐβα81 σίλευσε μετὰ τὴν τελευτὴν Θεοδοσίου τοῦ πατρὸς ἔτη ιδʹ, μῆνας γʹ, ἡμέρας ιδʹ, συμβασιλεύσας καὶ τῷ πατρὶ αὐτοῦ ἔτη ιβʹ, κατέλιπε Θεοδόσιον τὸν υἱὸν αὐτοῦ βασιλέα ἐτῶν ηʹ ὄντα, συμβασιλεύσαντα δὲ τῷ πατρὶ Ἀρκαδίῳ ἔτη ϛʹ. Θεοδοσίου δὲ αὐτοκράτορος γενομένου, Πουλχερία, ἡ τούτου ἀδελφή, παρθένος δέκα καὶ πέντε ἐτῶν οὖσα τὴν βασιλείαν σὺν θεῷ καλῶς διῴκει. εἶχε δὲ καὶ ἄλλας δύο ἀδελφάς, Ἀρκαδίαν καὶ Μαρίναν· καὶ ταύτας παρθενεύειν ἡ Πουλχερία ἔπεισεν. Θεοδόσιον δὲ τὸν ἀδελφὸν ἐπαίδευσε σοφωτάτη τυγχάνουσα καὶ θεῖον νοῦν κεκτημένη. τὸν δὲ ἀδελφὸν Θεοδόσιον πρὸ πάντων μὲν εἰς τὴν κατὰ θεὸν εὐσέβειαν, ἔπειτα δὲ καὶ εἰς ἦθος καὶ λόγον καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βασιλικῶς ἐξεπαίδευσεν. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα ξενῶνάς τε καὶ μοναστήρια κτίσασα πᾶσι καὶ τὰς ἁρμοδίους προσόδους βασιλικῶς ἀπένειμεν. ὁ δὲ Σωζομενός φησι περὶ αὐτῆς, ὅτι καὶ θείας ἐμφανείας ἠξιοῦτο. βʹ. ιϛʹ. ιγʹ. βʹ θʹ. κγʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως, Ἰουδαῖόντινα παραλυτικὸν νουθετήσας, πείσας τε καὶ βαπτίσας ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἀνήγαγεν. κατὰ θεὸν γὰρ λέγεται βεβιωκέναι. γʹ. ιζʹ. ιδʹ. γʹ. ιʹ. κδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Ῥώμη παρελήφθη ὑπὸ Ἀλαρίχου πρὸ θʹ καλανδῶν Σεπτεμβρίου· καὶ μεθ' ἡμέρας ὀλίγας Κωνσταντῖνος ὁ λαμπρότατος ἐσφάγη καὶ ἄλλοι πολλοί. δʹ. ιηʹ. ιεʹ. δʹ. ιαʹ. κεʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἐσφάγησαν ἐν Γαλλίαις Ἰοβιανὸς καὶ Σεβαστιανὸς οἱ λαμπρότατοι. καὶ ἦλθον αἱ κεφαλαὶ αὐτῶν ἐν Ῥώμῃ, καὶ μεθ' ἡμέρας ιεʹ ἐσφάγησαν Σαλούστιος καὶ Ἡρακλειανός. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. εʹ. ιθʹ. αʹ. εʹ. ιβʹ. κϛʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει οἱ Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ κακὰ πολλὰ Χριστιανοῖς ἐνεδείξαντο. συνθέμενοι γὰρ πρὸς ἀλλήλους φορεῖν δακτύλιον ἀπὸ φοίνικος, τῇ νυκτὶ βοᾷν παρεσκεύασαν κήρυκας, ὅτι ἡ ἐκκλησία ἐνεπρήσθη. τῶν δὲ Χριστιανῶν συνδραμόντων, τούτους 82 οἱ Ἰουδαῖοι κατέσφαζον. τοῦ δὲ δράματος φωραθέντος, οἱ Χριστιανοὶ ἄρχοντες τούτους τῆς Ἀλεξανδρείας ἐξήλασαν καὶ τὰς ὑποστάσεις αὐτῶν ἐδήμευσαν. Τῷ δ' αὐτῷ ἔτει Ἀντίοχος ὁ Πέρσης ἐκποδὼν γέγονεν, καὶ ἡ μακαρία Πουλχερία τελείως τῶν πραγμάτων ἐκράτησεν. Κόσμου ἔτη εϠϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ϛʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. κʹ. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ιζʹ. Τούτῳ τῷ ἔτει Ὑπατίαν τὴν φιλόσοφον, θυγατέρα Θέωνος τοῦ φιλοσόφου, βιαίῳ θανάτῳ τινὲς ἀνεῖλον. Τῷ δ' αὐτῷ ἔτει Ἰσδιγέρδης, ὁ τῶν Περσῶν βασιλεύς, πρότερον Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, ταῖς παραινέσεσι πειθόμενος καὶ Ἀβδαᾶ, τοῦ τῆς βασιλευούσης ἐν Περσίδι πόλεως ἐπισκόπου, εἰς ἄκρον θεοσεβὴς γέγονεν, ὥστε ἔμελλε σχεδὸν βαπτίζεσθαι διὰ τὰς θαυματουργίας τοῦ Μαρουθᾶ, καὶ τοὺς μάγους ὡς ἀπατεῶνας ἐκόλαζεν. τῷ δὲ κʹ ἔτει ὑπὸ τῶν μάγων ἀπατηθεὶς μέγαν κατὰ τῶν ἐν Περσίδι Χριστιανῶν διωγμὸν ἀνεκίνησεν· τῷ δὲ καʹ ἔτει τετελεύτηκεν. αἰτία δὲ τοῦ διωγμοῦ αὕτη γέγονεν· Ἀβδαᾶς, ὁ τῆς βασιλευούσης ἐν Περσίδι ἐπίσκοπος, ζήλῳ μὲν θεοῦ φερόμενος, οὐκ εἰς δέον δὲ τῷ ζήλῳ χρησάμενος τὸν ναὸν τοῦ Πυρὸς ἐνέπρησεν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς τὰς ἐν Περσίδι ἐκκλησίας καταλυθῆναι προσέταξε καὶ τὸν Ἀβδαᾶν διαφόροις κολάσεσιν ἐτιμωρήσατο. τοῦ δὲ διωγμοῦ ἐπὶ εʹ χρόνους κρατήσαντος, πολλοὶ μάρτυρες καὶ ἀναρίθμητοι ἀνεδείχθησαν· οἱ γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρευον τοὺς λανθάνοντας. ἄλλοι δὲ καὶ αὐτομάτως ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ 83 τῶν Χριστιανῶν κτεινομένων, πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις