ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ

 ΣΤΡΩΜΑΤΕΩΝ ΠΡΩΤΟΣ [...] ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ' οὐδ' ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ

 ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος

 Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τ

 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δ' οὔτ' ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα, οὔτ' ἄλλως τι σ

 Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς

 πολλὰ δ' ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ' ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖ

 Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ' ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυντ

 Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητο

 Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν π

 ∆ιὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες

 Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι. μηδεὶς τοίνυν καυχάσθω ἐν ἀ

 Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν

 Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβά

 Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν

 Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δ

 Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖ

 Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως

 Καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴ

 Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς

 Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν

 Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χ

 Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητι

 Μωυσῆς [οὖν] ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ

 Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός. τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνί

 Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναι

 Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως

 Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας

 δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν. μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις

 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ∆ΕΥΤΕΡΟΣ Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δε

 Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλετ

 Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει ν

 Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπα

 Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκ

 Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς

 Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστη

 Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσ

 Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία

 Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς·

 Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη

 Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι

 Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸ

 Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρ

 Τὸ δ' ἑκούσιον ἢ τὸ κατ' ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔ

 Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ

 Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία

 Προφανεῖς μὲν οὖν καὶ πᾶσαι [αἱ] ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ

 Οὗτός ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατ

 Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ [τῶν περὶ] τὸν Ἀνανίαν ἱστορούμενα,

 Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχ

 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τ

 Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλ

 Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος,

 Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑπο

 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνε

 Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώ

 Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γά

 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται,

 Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύ

 Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι

 Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγ

 Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμέ

 Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον

 Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι,

 Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπ

 Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειρ

 Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτή

 Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ

 Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΕΤΑΡΤΟΣ Ἀκόλουθον δ' ἂν οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησο

 Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς

 οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ [καὶ] πίστις κακά. ὅ τε Ἐ

 Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβ

 Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγ

 Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγ

 Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μ

 ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεά

 Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρ

 Ἐπὰν δ' ἔμπαλιν εἴπῃ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, οὐχ ὡς κακὸν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ' ὡς θάνατον φοβουμένο

 Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατ

 βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς

 Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπ' ἀ

 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς

 Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γ

 Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. τοῦτ' ἔ

 Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν

 Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τ

 Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ' ἴσης μὲν ἀνδρί, ἐπ' ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα

 Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν

 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς

 Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγα

 Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖ

 Αὐτίκα τὸ ἐφ' ἡμῖν ἐστιν οὗπερ ἐπ' ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν

 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συ

 Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην κα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΠΕΜΠΤΟΣ Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ ο

 Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα

 ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι

 Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα

 Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λ

 Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχ

 Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλο

 Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθ

 Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρ

 Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν

 Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ το

 Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλ

 Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτ' οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰ

 τὰ δ' ἑξῆς [προσ]αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλι

 Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβ

 Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τ

 Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ κ

 Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται, ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ' ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ π

 Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρ

 [...] ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρ

 ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλλην

 Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν [δια]μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ' ἐπὶ μὲ

 Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μου

 Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς

 Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον κ

 Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς

 οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ κα

 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρον

 Ὑπόδειγμα δ' ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γ

 Ἀλλ', ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν. τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τ

 Ὁ γνωστικὸς δ' ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΒ∆ΟΜΟΣ Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τ

 Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ' εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐ

 Τὰ δ' ἄλλα σιγῶ, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτε

 Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς

 Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ πάντων περιεκτικόν; τί δ' ἂν καὶ

 Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά, ὡς θυσιῶν, δίκην τροφ

 Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡ

 Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ με

 Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν

 Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ

 Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασ

 Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν,

 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς ἀφίεμεν· ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ

 Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κα

 Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως το

 Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν

 Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴ

 Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΟΓ∆ΟΟΣ ** ἀλλ' οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο. ἦ πού γ' ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀ

 Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ π

 Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν [ἂν] λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον

 Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ [δυνατὸν] τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀ

 ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς ο

 Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κ

 Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης, ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας

 Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ' ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων, δεύτερον δὲ τὰ νοήμα

 Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι

Chapter IX.—The Connection of the Christian Virtues.

Such a fear, accordingly, leads to repentance and hope. Now hope is the expectation of good things, or an expectation sanguine of absent good; and favourable circumstances are assumed in order to good hope, which we have learned leads on to love. Now love turns out to be consent in what pertains to reason, life, and manners, or in brief, fellowship in life, or it is the intensity of friendship and of affection, with right reason, in the enjoyment of associates. And an associate (ἑταῖρος) is another self;437    ἑτερος ἐγώ, alter ego, deriving ἑταῖρος from ἕτερος. just as we call those, brethren, who are regenerated by the same word. And akin to love is hospitality, being a congenial art devoted to the treatment of strangers. And those are strangers, to whom the things of the world are strange. For we regard as worldly those, who hope in the earth and carnal lusts. “Be not conformed,” says the apostle, “to this world: but be ye transformed in the renewal of the mind, that ye may prove what is that good, and acceptable, and perfect, will of God.”438    Rom. xii. 2.

Hospitality, therefore, is occupied in what is useful for strangers; and guests (ἐπίξενοι) are strangers (ξένοι); and friends are guests; and brethren are friends. “Dear brother,”439    φέλε κασἰγνητε, Iliad, v. 359. says Homer.

Philanthropy, in order to which also, is natural affection, being a loving treatment of men, and natural affection, which is a congenial habit exercised in the love of friends or domestics, follow in the train of love. And if the real man within us is the spiritual, philanthropy is brotherly love to those who participate, in the same spirit. Natural affection, on the other hand, is the preservation of good-will, or of affection; and affection is its perfect demonstration;440    ἀπόδεξις has been conjectured in place of ἀπόδειξις. and to be beloved is to please in behaviour, by drawing and attracting. And persons are brought to sameness by consent, which is the knowledge of the good things that are enjoyed in common. For community of sentiment (ὁμογνωμοσύνη) is harmony of opinions (συμφωνία γνωμῶν). “Let your love be without dissimulation,” it is said; “and abhorring what is evil, let us become attached to what is good, to brotherly love,” and so on, down to “If it be possible, as much as lieth in you, living peaceably with all men.” Then “be not overcome of evil,” it is said, “but overcome evil with good.”441    Rom. xii. 9, 10, 18, 21. And the same apostle owns that he bears witness to the Jews, “that they have a zeal of God, but not according to knowledge. For, being ignorant of God’s righteousness, and seeking to establish their own, they have not submitted themselves to the righteousness of God.”442    Rom. x. 2, 3. For they did not know and do the will of the law; but what they supposed, that they thought the law wished. And they did not believe the law as prophesying, but the bare word; and they followed through fear, not through disposition and faith. “For Christ is the end of the law for righteousness,”443    Rom. x. 4. who was prophesied by the law to every one that believeth. Whence it was said to them by Moses, “I will provoke you to jealousy by them that are not a people; and I will anger you by a foolish nation, that is, by one that has become disposed to obedience.”444    Rom. x. 19; Deut. xxxii. 21. And by Isaiah it is said, “I was found of them that sought Me not; I was made manifest to them that inquired not after Me,”445    Isa. xlv. 2; Rom. x. 20, 21.—manifestly previous to the coming of the Lord; after which to Israel, the things prophesied, are now appropriately spoken: “I have stretched out My hands all the day long to a disobedient and gainsaying people.” Do you see the cause of the calling from among the nations, clearly declared, by the prophet, to be the disobedience and gainsaying of the people? Then the goodness of God is shown also in their case. For the apostle says, “But through their transgression salvation is come to the Gentiles, to provoke them to jealousy”446    Rom. xi. 11. and to willingness to repent. And the Shepherd, speaking plainly of those who had fallen asleep, recognises certain righteous among Gentiles and Jews, not only before the appearance of Christ, but before the law, in virtue of acceptance before God,—as Abel, as Noah, as any other righteous man. He says accordingly, “that the apostles and teachers, who had preached the name of the Son of God, and had fallen asleep, in power and by faith, preached to those that had fallen asleep before.” Then he subjoins: “And they gave them the seal of preaching. They descended, therefore, with them into the water, and again ascended. But these descended alive, and again ascended alive. But those, who had fallen asleep before, descended dead, but ascended alive. By these, therefore, they were made alive, and knew the name of the Son of God. Wherefore also they ascended with them, and fitted into the structure of the tower, and unhewn were built up together; they fell asleep in righteousness and in great purity, but wanted only this seal.”447    Hermas, [Similitudes, p. 49, supra.] “For when the Gentiles, which have not the law, do by nature the things of the law, these, having not the law, are a law unto themselves,”448    Rom. ii. 14. according to the apostle.

As, then, the virtues follow one another, why need I say what has been demonstrated already, that faith hopes through repentance, and fear through faith; and patience and practice in these along with learning terminate in love, which is perfected by knowledge? But that is necessarily to be noticed, that the Divine alone is to be regarded as naturally wise. Therefore also wisdom, which has taught the truth, is the power of God; and in it the perfection of knowledge is embraced. The philosopher loves and likes the truth, being now considered as a friend, on account of his love, from his being a true servant. The beginning of knowledge is wondering at objects, as Plato says is in his Theætetus; and Matthew exhorting in the Traditions, says, “Wonder at what is before you;” laying this down first as the foundation of further knowledge. So also in the Gospel to the Hebrews it is written, “He that wonders shall reign, and he that has reigned shall rest. It is impossible, therefore, for an ignorant man, while he remains ignorant, to philosophize, not having apprehended the idea of wisdom; since philosophy is an effort to grasp that which truly is, and the studies that conduce thereto. And it is not the rendering of one449    This clause is hopelessly corrupt; the text is utterly unintelligible, and the emendation of Sylburgius is adopted in the translation. accomplished in good habits of conduct, but the knowing how we are to use and act and labour, according as one is assimilated to God. I mean God the Saviour, by serving the God of the universe through the High Priest, the Word, by whom what is in truth good and right is beheld. Piety is conduct suitable and corresponding to God.

Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων. ὁ δὲ ἑταῖρος ἕτερος ἐγώ· ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων· ξένοι δὲ ὧν ξένα τὰ κοσμικά. κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἐλπίζοντας καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἐξακούομεν· μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοί· φίλε κασίγνητε φησὶν Ὅμηρος. ἥ τε φιλανθρωπία, δι' ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ. εἰ δ' ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν· στέρξις δ' αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤθει, ἀγόμενόν τε καὶ ἀπαγόμενον· ἄγονται δὲ εἰς ταὐτότητα δι' ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν· καὶ γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν. καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. ἔπειτα μὴ νικῶ λέγει ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ' ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν· οὐδ' ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ' οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ τῷ πιστεύοντι. ὅθεν εἴρηται τούτοις παρὰ Μωυσέως· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς, τῷ εἰς ὑπακοὴν δηλονότι εὐτρεπεῖ γενομένῳ. καὶ διὰ Ἡσαΐου εὑρέθην λέγει τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, πρὸ τῆς τοῦ κυρίου παρουσίας δηλαδή, μεθ' ἣν καὶ τῷ Ἰσραὴλ ἐκεῖνα τὰ προφητευθέντα οἰκείως λέγεται νῦν· ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ ἀντιλογίαν εἰρημένην; εἶθ' ἡ ἀγαθότης καὶ ἐπὶ τούτοις δείκνυται τοῦ θεοῦ· φησὶ γὰρ ὁ ἀπόστολος· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτοὺς καὶ μετανοῆσαι βουληθῆναι. ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος δίκαιος. φησὶ γοῦν τοὺς ἀποστόλους καὶ διδασκάλους τοὺς κηρύξαντας τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κοιμηθέντας τῇ δυνάμει καὶ τῇ πίστει κηρῦξαι τοῖς προκεκοιμημένοις. εἶτα ἐπιφέρει· καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος. κατέβησαν οὖν μετ' αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν. ἀλλ' οὗτοι ζῶντες κατέβησαν καὶ πάλιν ζῶντες ἀνέβησαν· ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν. διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. διὰ τοῦτο καὶ συνανέβησαν μετ' αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησαν· ἐν δικαιοσύνῃ [γὰρ] ἐκοιμήθησαν καὶ ἐν μεγάλῃ ἁγνείᾳ, μόνην δὲ τὴν σφραγῖδα ταύτην οὐκ ἔσχον. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος κατὰ τὸν ἀπόστολον. Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται; ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτέον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή· διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν· κἀνταῦθά που εἴληπται ἡ τελείωσις τῆς γνώσεως. φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι' ἀγάπην ἤδη φίλος νομισθείς. ταύτης δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ λέγει, καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν θαύμασον τὰ παρόντα, βαθμὸν τοῦτον πρῶτον τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενος· ᾗ κἀν τῷ καθ' Ἑβραίους εὐαγγελίῳ ὁ θαυμάσας βασιλεύσει γέγραπται καὶ ὁ βασιλεύσας ἀναπαήσεται. ἀδύνατον οὖν τὸν ἀμαθῆ, ἔστ' ἂν μένῃ ἀμαθής, φιλοσοφεῖν δέ, τόν γε μὴ ἔννοιαν σοφίας εἰληφότα, φιλοσοφίας οὔσης ὀρέξεως τοῦ ὄντως ὄντος καὶ τῶν εἰς τοῦτο συντεινόντων μαθημάτων. κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια. εὐσέβεια ** ἔστι πρᾶξις ἑπομένη καὶ ἀκόλουθος θεῷ.