Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. LXXIX.
[79] ΣΙΜΠΛΙΚΙΑΙ
Ἐπαινεῖς τὸν ἅγιον καὶ κοινὸν ἡμῶν πατέρα, τὸ τῆς πίστεως ἔρεισμα, τὸν τῆς ἀληθείας κανόνα καὶ χαρακτῆρα τῆς εὐσεβείας, τὴν πλήρη φρονήσεως πολιάν, τὸν ζωῆς ἀνθρωπίνης καὶ ἀρετῆς μέτρα νικήσαντα, τὸν πιστὸν θεράποντα καὶ μέγαν ἀρχιερέα, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην, τὸ τοῦ Πνεύματος καταγώγιον: τοῦτο μὲν ὀρθῶς ποιεῖς, ἐπεὶ καὶ πᾶς λόγος ἐλάττων ἐστὶ τῆς ἁγίας ἐκείνης καὶ μακαρίας ψυχῆς, εἰ μή με ἀπατᾷ τὸ φίλτρον ἢ καὶ τὸ πάθος τῷ πόθῳ κιρνάμενον. Ἐκεῖνο δέ σου καὶ λίαν τεθαύμακα, πῶς ἐπαινεῖς μὲν ὡς ἅγιον καὶ μέχρι τούτου τὰ εἰκότα τιμᾷς, τὸ δὲ ἔργον αὐτοῦ καταλύειν ἐπιχειρεῖς, ὥσπερ τῶν ἀναγίων καὶ μάλιστα ὕβρεως ὄντων ἀξίων, τῶν εἰκῇ ζησάντων καὶ μεταστάντων. Εἰ μὲν γὰρ ὡς ἀνδραπόδου μεταποιῇ ἰδίου τοῦ συμποίμενος καὶ τὸ μικρὸν τοῦτο κέρδος διώκεις, οὐκ ἔχω πῶς ἐπαινέσω, ἵνα μετρίως εἴπω, καὶ σφόδρα τοῦτο τῆς σῆς μεγαλοψυχίας ἀνάξιον. Πῶς γὰρ οὐκ ἄτοπον, χρυσῷ μὲν καὶ ἀργυρίῳ τιμᾶν τὸ Θεῖον καὶ τοῖς περιττοῖς τῆς κτήσεως, ἔνθα καὶ πλεῖον τοῦ πρὸς εὐσέβειαν ἴσως τὸ κατ' ἐπίδειξιν, ἱερεῖ δὲ ὅλως βούλεσθαι ζημιοῦν Ἐκκλησίαν καὶ ἀποσυλᾶν τῶν ἀναθημάτων τὸ ἁγιώτατον;
Εἰ δὲ ὅτι κατ' ἐξουσίαν τοῦτο πεποιήκαμεν, ἀλλ' οὐχὶ τὴν σὴν εὐγένειαν ὑπεμνήσαμεν οὐδὲ τῇ φιλοτιμίᾳ καιρὸν ἐδώκαμεν δυσχεραίνεις, λέγοις μὲν ἄν τι δίκαιον, καὶ τὸ πάθος ἀνθρώπινον: ἴσθι δὲ μείζονος ἐπιδόσεως εἶναί σοι νῦν ἢ τῷ τότε καιρῷ, ὅσῳ τοῦ αὐτὴν ἐπιδοῦναι τὸ λαβοῦσι συγχωρῆσαι φιλοτιμότερον. Κἀκείνως μὲν τῷ Θεῷ μόνον ἐδόκεις χαρίζεσθαι, οὕτω δὲ καὶ ἡμῖν τοῖς ἐκείνου θεραπευταῖς καὶ τὸ ὄνομα αὐτοῦ βαστάζειν ἠξιωμένοις. Μὴ τοίνυν μήτε ἐκείνῳ χαλέπαινε μήτε ἡμῖν: ὁ μὲν γὰρ τετυράννηται, οὐκ ἠδίκηκεν, ἡμεῖς δὲ τί θαυμαστόν, εἰ τῇ σῇ χρηστότητι θαρροῦντες ἐπὶ τοῦτο προεληλύθαμεν καὶ ἅμα τῇ κοινῇ τοῦ παντὸς χωρίου ψήφῳ πιστεύσαντες; Ἣν εἰ μὲν πρὸς χάριν ἐποιήσαντό τινες ἢ κακούργως, αὐτοὶ ἂν εἰδεῖεν καὶ τῷ Θεῷ λόγον ὑπέχοιεν: οὐ γὰρ ἡμέτερον τοῦτο εἰδέναι, οὐδὲ ταῖς πάντων ἐμβατεύειν γνώμαις: ἡμᾶς δέ, πῶς παρώσασθαι ῥᾴδιον ἦν ἢ πῶς τοσαῦτα δάκρυα παριδεῖν ἢ τοῦ χωρίου τὴν ἐρημίαν ἐπὶ τοσοῦτον ἀθεραπεύτου καὶ ἀποιμάντου καὶ τὴν πνευματικὴν ἐπιστασίαν οὐκ ἔχοντος;
Ἐκεῖνο δέ σοι καὶ πρὸ πάντων δῆλον, ὅτι οἱ τότε μὲν συντιθέμενοι, νῦν δὲ ἀρνούμενοι, πρᾶγμα ποιοῦσιν οὔτε εὐσεβὲς οὔτε ἐλεύθερον. Καὶ πολλῷ βελτίους ἂν ἦσαν τότε ἀντιλέγοντες ἢ νῦν κολακεύοντες καὶ τὰ ἑαυτῶν καταλύοντες καὶ ἀνθρώπους μᾶλλον ἢ Θεὸν φοβούμενοι. Οὓς πάλιν ἐρεῖν οἴου διὰ τὴν εὐκολίαν, ὅτι φόβῳ τῷ πρὸς σὲ μετετέθησαν, καὶ πολλῷ γε ἀληθέστερον: ἐπειδὴ δεῖ πταίειν μὲν αὐτοὺς ἀεί, θηρᾶσθαι δὲ ψευδεῖς καὶ σεσοφισμένας ἀπολογίας. Εἰ δέ σοι ταῦτα μὲν ὀρθῶς δοκεῖ λέγεσθαι, οἰκονομίας δὲ ἀπαιτεῖτε λόγον (ἐπεὶ καὶ τοῦτο ἀκούω, οὐ γὰρ ἐν τοῖς γράμμασιν ἐνεκάλεσας), δικαίως τοῦτο ἀπαιτείσθω καὶ φιλανθρώπως, καὶ οὐδὲν μεμψόμεθα: οὐδὲ γὰρ ἡμῖν ἀρέσκει ζημιοῦσθαι δεσποτῶν ἐπιείκειαν.
Τί λοιπὸν ἔτι; ὡς ἀναξίου τοῦ ἀνδρὸς ἴσως λαμβάνεσθαι καὶ διὰ τοῦτο ἐπισκήπτειν τῇ καταστάσει; Τοῦτο γάρ πως καὶ ἐγκαλεῖν εὐπρεπέστερον. Ὁ δέ μοι πρὸς τοῦτο λόγος ἁπλοῦς καὶ ῥᾴδιος. Ἡμεῖς οὐδ' ἄλλον τινὰ τῶν ἐν αἰτίαις ἀφίεμεν ἀνεξέταστον, οὐδ' ἂν πάνυ τῶν φίλων ᾖ καὶ τῶν εὖ γεγονότων (οὐδὲν γὰρ τοῦ Θεοῦ καὶ τοῦ κανόνος αἰδεσιμώτερον), οὐδὲ τοῦτον ἀφήσομεν. Ἀλλ' εἴ τις ἔχοι τι κατηγορεῖν, εἰ μὲν βούλει, παρούσης σου καὶ συνδικαζούσης: εἰ δὲ μή, καὶ ἀπούσης, ἐφ' ἡμῶν ἐξετασθείς, εἰ μὲν ἀθῷος εὑρίσκοιτο, κἂν ᾖ δοῦλος, ἀποφευγέτω: ἐπειδὴ καὶ δούλων καὶ δεσποτῶν ὁ αὐτὸς πατὴρ καὶ Θεός, καὶ οὐ ταῖς ἀξίαις τὸ δίκαιον διορίζεται. Εἰ δὲ ἁλίσκοιτο, τηνικαῦτα ὑπὸ τῆς ἰδίας ἁμαρτίας κατακριθήσεται. Καὶ οὕτως οὔτε ὁ κανὼν ὑβρισθήσεται οὔτε ὁ ἀπελθὼν ἀτιμασθήσεται (τὸ γὰρ καθ' ἡμᾶς ἴσως καὶ παροπτέον, ὡς οὐδενὸς ἀξίους), καὶ αὐτὴ φεύξῃ πονηρὰν ὑπόνοιαν, ὡς διὰ τὸ ἀλλοτρίως ἔχειν πρὸς ἡμᾶς καὶ τὴν ὑγιῆ πίστιν, ταῦτα τεχνάζουσα σοφιστικῶς ἀλλ' οὐκ εὐγενῶς, καὶ ὑπ' ἄλλου μὲν κινουμένη, εἰς ἄλλο δὲ ἀποσκήπτουσα. Ὃ συμβουλεύω σοι μὴ παθεῖν ὡς οὔτε ὅσιον οὔτε εὐπρεπές: μηδὲ τοὺς ἡμετέρους νόμους ἀτιμάσασαν, ἐπὶ τοὺς ἔξωθεν καταφεύγειν, μηδὲ προσφιλονεικεῖν ἡμῖν, ἀλλὰ συγγινώσκειν, εἴ τι ἁπλούστερον πεποιήκαμεν διὰ τὴν ἐλευθερίαν τῆς χάριτος, καὶ δέξασθαι νικηθῆναι μᾶλλον καλῶς ἢ νικῆσαι κακῶς τῷ ἀντιβῆναι τῷ Πνεύματι.