1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

40

ἵν' εἰς τὸν Μαρεώτην ἀποστείλῃ, μὴ ἄρα τι δυνηθῶσιν εὑρεῖν ἐκεῖ κατὰ τοῦ πρεσβυτέρου, μᾶλλον δὲ ἵνα ἀπελθόντες καττύσωσιν ἀπόντων ἡμῶν, ὡς βούλονται. τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον αὐτοῖς. ἀμέλει λεγόντων ἡμῶν «περιττὴν μὲν εἶναι τὴν εἰς τὸν Μαρεώτην ἀποδημίαν», ἃ γὰρ ἐκ πολλοῦ χρόνου μεμελετήκασι, μὴ προφασιζέσθωσαν ἐνδεῶς εἰρηκέναι μηδὲ ὑπερτιθέσθωσαν, ἃ γὰρ ἐνόμιζον ἔχειν εἰρήκασι καὶ λοιπὸν ἀπο ροῦντες προφασίζονται· ἢ εἰ χρεία καὶ τοῦ Μαρεώτου, τοὺς γοῦν ὑπόπτους μὴ πέμπεσθαι. 72.4 ὁ μὲν κόμης περὶ τῶν ὑπόπτων ἐπείθετο, ἐκεῖνοι δὲ πάντα μᾶλλον ἢ τοῦτο πεποιήκασιν. οὓς γὰρ παρῃτούμεθα διὰ τὴν ἀρειανὴν αἵρεσιν, οὗτοι σπουδαίως ἀπῆλθον, ∆ιόγνιος Μάρις Θεόδωρος Μακεδόνιος Οὐρσάκιος καὶ Οὐάλης. πάλιν τε γράμματα πρὸς τὸν ἔπαρχον τῆς Αἰγύπτου, καὶ στρατιωτικὴ δορυφορία, καὶ τό γε θαυμαστὸν καὶ πάσης ὑπερ οψίας γέμον, Μακάριον μὲν τὸν κατηγορούμενον πεποιήκασι διὰ στρατιωτῶν ἀπομεῖναι, 72.5 τὸν δὲ κατήγορον μεθ' ἑαυτῶν ἀπήγαγον. τίς οὖν λοιπὸν ἐκ τούτων οὐ θεωρεῖ τὴν συσκευήν; τίς οὐ συνορᾷ λευκῶς τῶν περὶ Εὐσέβιον τὴν πονηρίαν; εἰ γὰρ κρίσεως ἦν ἐν τῷ Μαρεώτῃ χρεία, ἔδει καὶ τὸν κατηγορούμενον ἀποστέλλεσθαι, εἰ δὲ μὴ κρίσεως ἕνεκεν ἀπήρχοντο, διὰ τί τὸν κατήγορον ἐπήγοντο; καὶ γὰρ ἤρκει ὅτι μὴ ἀπέδειξεν. ἀλλὰ τοῦτο πεποιήκασιν, ἵν', ἐπειδὴ παρόντα τὸν πρεσβύτερον οὐκ ἤλεγξαν, τοῦτον ἀπόντα 72.6 συσκευάσωνται καὶ τυρεύσωσιν, ἅπερ αὐτοῖς ἐδόκει. καὶ γὰρ τοὺς πρεσβυτέρους τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας πάσης μεμψαμένους, ὅτι μόνοι παρεγένοντο, καὶ ἀξιοῦντας κἂν αὐτοὺς παρεῖναι οἷς ἔπραττον (εἰδέναι γὰρ ἔλεγον καὶ τὸ πρᾶγμα καὶ τὰ κατὰ τὸν λεγόμενον Ἰσχύραν) οὐκ ἐπέτρεψαν, ἀλλὰ τὸν μὲν ἔπαρχον τῆς Αἰγύπτου Φιλάγριον παραβάτην καὶ στρατιώτας ἐθνικοὺς εἶχον μεθ' ἑαυτῶν ἐξετάζοντας ἃ μηδὲ κατηχου μένους ἔπρεπε θεωρεῖν, τοὺς δὲ κληρικοὺς οὐ συνεχώρησαν, ἵνα μὴ κἀκεῖ ὥσπερ ἐν τῇ Τύρῳ τοὺς διελέγχοντας αὐτοὺς ἔχωσιν.

73.1 Ἀλλ' οὐδὲ οὕτως λαθεῖν ἠδυνήθησαν. συνορῶντες γὰρ οἱ πρεσβύτεροι τῆς πόλεως καὶ τοῦ Μαρεώτου τὰς κακουργίας αὐτῶν ἔγραψαν καὶ διεμαρτύραντο ταῦτα· 73.2ν Θεογνίῳ, Μάρι καὶ Μακεδονίῳ, Θεοδώρῳ καὶ Οὐρσακίῳ καὶ Οὐάλεντι τοῖς ἀπὸ Τύρου ἐλθοῦσιν ἐπισκόποις παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τῆς καθολικῆς ἐκ κλησίας Ἀλεξανδρείας ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον Ἀθανάσιον. Ἔπρεπεν ὑμᾶς ἐρχομένους καὶ ἄγοντας μεθ' ἑαυτῶν τὸν κατήγορον ἀγαγεῖν καὶ Μακάριον τὸν πρεσβύτερον. αἱ γὰρ κρίσεις οὕτως συνίστανται κατὰ τὰς ἁγίας γραφάς, ὥστε τὸν κατήγορον μετὰ τοῦ κατηγορουμένου ἑστάναι. ἐπειδὴ δὲ οὔτε Μακάριον ἠγάγετε οὔτε ὁ αἰδεσιμώτατος ἡμῶν ἐπίσκοπος Ἀθανάσιος μεθ' ὑμῶν εἰσῆλθεν, ἠξιώσαμεν κἂν αὐτοὶ παρεῖναι ἐν τῇ κρίσει, ἵνα παρόντων ἡμῶν ἀσφαλὴς ἡ ἐξέτασις γένηται καὶ πει 73.3 σθῶμεν καὶ ἡμεῖς. ἐπειδὴ δὲ οὐ τοῦτο συνεχωρήσατε, ἀλλὰ μόνοι μετὰ τοῦ ἐπάρχου τῆς Αἰγύπτου καὶ τοῦ κατηγόρου ἠθελήσατε πράττειν ἃ βούλεσθε, ὁμολογοῦμεν ὅτι ὑποψίαν εἴδομεν ἐν τῷ πράγματι πονηράν, καὶ ἐθεωρήσαμεν ὅτι συσκευὴ καὶ ἐπιβουλὴ μόνον ἐστὶν ἡ εἴσοδος ὑμῶν. διὰ τοῦτο ταύτην ὑμῖν ἐπιδίδομεν τὴν ἐπιστολὴν μαρτύριον ἐσομένην εἰς ἀληθινὴν σύνοδον, ἵνα γνωσθῇ πᾶσιν ὅτι κατὰ μονομέρειαν, ἅπερ ἠθελή 73.4 σατε, ἐπράξατε καὶ οὐδὲν ἕτερον ἢ συσκευὴν ἠθελήσατε συνθεῖναι καθ' ἡμῶν. τού των δὲ τὰ ἴσα ἐπιδεδώκαμεν καὶ Παλλαδίῳ τῷ κουριώσῳ τοῦ Αὐγούστου, ἵνα μὴ κρυβῇ παρ' ὑμῶν. ἃ γὰρ ἐπράξατε, τοιαῦτα λοιπὸν ἡμᾶς ὑποπτεύειν καὶ λογίζεσθαι ποιεῖ περὶ ὑμῶν. 73.5 ∆ιονύσιος πρεσβύτερος ἐπιδέδωκα Ἀλέξανδρος πρεσβύτερος Νειλαρᾶς πρεσβύτερος Λόγγος πρεσβύτερος Ἀφθόνιος πρεσβύτερος Ἀθανάσιος πρεσβύτερος Ἀμύντιος πρεσβύτερος Πιστὸς πρεσβύτερος Πλουτίων πρεσβύτερος ∆ιόσκορος πρεσβύτερος Ἀπολλώνιος πρεσβύτερος Σαραπίων πρεσβύτερος Ἀμμώνιος πρεσβύτερος Γάιος πρεσβύτερος Ῥῖνος πρεσβύτερος Αἰθαλὴς πρεσβύτερος ∆ιάκονοι