1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

40

τε Τάναϊς ποταμός, ὁ ἀπὸ τὸ κάστρον Σάρκελ ἐρχόμενος, καὶ τὸ Χαράκουλ, ἐν ᾧ καὶ τὸ βερζίτικον ἁλιεύεται, εἰσὶ δὲ καὶ ἕτεροι ποταμοί, ὁ Βὰλ καὶ ὁ Βουρλίκ, ὁ Χαδὴρ καὶ ἄλλοι πλεῖστοι ποταμοί. Ἐκ δὲ τῆς Μαιώτιδος λίμνης ἐξέρχεται στόμιον τὸ Βουρλὶκ ἐπονομαζόμενον, καὶ πρὸς τὴν τοῦ Πόντου θάλασσαν καταρρεῖ, ἐν ᾧ ἐστιν ἡ Βόσπορος, ἀντικρὺ δὲ τῆς Βοσπόρου τὸ Ταμάταρχα λεγόμενον κάστρον ἐστίν. Τὸ δὲ διάστημα τοῦ περάματος τοῦ τοιούτου στομίου ἐστὶν μίλια ιηʹ. Ἐν δὲ τῷ μέσον τῶν αὐτῶν ιηʹ μιλίων ἐστὶ νησίον μέγα χαμηλόν, τὸ λεγόμενον Ἀτέχ. Ἀπὸ τὸ Ταμάταρχά ἐστι ποταμὸς ἀπὸ μιλίων ιηʹ ἢ καὶ κʹ, λεγόμενος Οὐκρούχ, ὁ διαχωρίζων τὴν Ζιχίαν καὶ τὸ Ταμάταρχα, ἀπὸ δὲ τοῦ Οὐκροὺχ μέχρι τοῦ Νικόψεως ποταμοῦ, ἐν ᾧ καὶ κάστρον ἐστὶν ὁμώνυμον τῷ ποταμῷ, ἔστιν ἡ χώρα τῆς Ζιχίας· τὸ δὲ διάστημά ἐστιν μίλια τʹ. Ἄνωθεν δὲ τῆς Ζιχίας ἐστὶν ἡ χώρα ἡ λεγομένη Παπαγία, καὶ ἄνωθεν τῆς Παπαγίας χώρας ἐστὶν ἡ χώρα ἡ λεγομένη Κασαχία, ἄνωθεν δὲ τῆς Κασαχίας ὄρη τὰ Καυκάσιά εἰσιν, καὶ τῶν ὀρέων ἄνωθέν ἐστιν ἡ χώρα τῆς Ἀλανίας. Ἡ δὲ τῆς Ζιχίας παράλιος ἔχει νησία, τὸ μέγα νησὶν καὶ τὰ τρία νησία· ἔνδοθεν δὲ τούτων εἰσὶν καὶ ἕτερα νησία, τὰ καὶ ἐπινεμηθέντα καὶ παρὰ τῶν Ζιχῶν κτισθέντα, τό τε Τουργανὴρχ καὶ τὸ Τζαρβαγάνιν καὶ ἕτερον νησίν, καὶ εἰς τὸν τοῦ Σπαταλοῦ λιμένα ἕτερον νησίν, καὶ εἰς τὰς Πτελέας ἕτερον, ἐν ᾧ ἐν ταῖς τῶν Ἀλανῶν ἐπιδρομαῖς οἱ Ζιχοὶ καταφεύγουσιν. Τὸ δὲ παραθαλάσσιον ἀπὸ τῆς συμπληρώσεως τῆς Ζιχίας, ἤτοι τοῦ Νικόψεως ποταμοῦ, ἐστὶν ἡ τῆς Ἀβασγίας χώρα μέχρι τοῦ κάστρου Σωτηριουπόλεως· εἰσὶ δὲ μίλια τʹ. 43 Περὶ τῆς χώρας τοῦ Ταρών. Ἀλλὰ περὶ μὲν τῶν βορείων Σκυθῶν ἱκανῶς σοι δεδήλωται, τέκνον ποθούμενον, ὧν ἡ γνῶσις ἐπωφελής τε καὶ εὔχρηστος ἐν καιρῷ σοι πάντως γενήσεται· δεῖ δέ σε μηδὲ τὰ πρὸς ἀνίσχοντα ἥλιον ἀγνοεῖν, ὅθεν ὑπήκοα πάλιν τοῖς Ῥωμαίοις ἐγένετο, ἀφ' οὗ τὸ πρῶτον τῆς τούτων ἐπικρατείας ἐξέπεσον. Πρῶτος γὰρ ὁ Κρικορίκιος ἐκεῖνος τοῦ Ταρὼν ἄρχων πρὸς τὸν βασιλέα Ῥωμαίων ἑαυτὸν ὑπέκλινεν καὶ ὑπέταξεν, ἀλλ' ἐξ ἀρχῆς μὲν ἐπαμφοτερίζων ἐφαίνετο, καὶ λόγῳ μὲν τὴν τοῦ βασιλέως φιλίαν προσεποιεῖτο τιμᾶν, ἔργῳ δὲ τῷ τῶν Σαρακηνῶν κατάρχοντι τὰ καθ' ἡδονὴν διεπράττετο, καὶ διαφόρως ἡγεμὼν ἐχρημάτισεν τῶν ἀπὸ Συρίας ἐξερχομένων φοσσάτων κατὰ τῶν ὑπηκόων θεμάτων τῷ βασιλεῖ Ῥωμαίων, καὶ πάντα τὰ τοῖς Ῥωμαίοις ἐν ἀπορρήτῳ μελετώμενα κατὰ τῶν ἀντιπάλων Σαρακηνῶν πρὸς Συρίαν ἐμήνυεν, καὶ λάθρᾳ περὶ τῶν παρ' ἡμῖν συμβαινόντων ἀεὶ πρὸς τὸν ἀμερμουμνῆν διὰ γραμμάτων ἐδηλοποίει, καὶ δοκεῖν μὲν ἐβούλετο τὰ τῶν Ῥωμαίων φρονῶν, εὑρίσκετο δὲ μᾶλλον τὰ τῶν Σαρακηνῶν προκρίνων τε καὶ τιμῶν. Πλὴν ἀπέστελλεν ἀεὶ δῶρα, ἅπερ τοῖς ἐκεῖσε βαρβάροις δοκεῖ τίμια, πρὸς τὸν ἐν βασιλεῦσιν ἀοίδιμον Λέοντα, καὶ ἀντελάμβανε πλείονά τε καὶ κρείττονα παρὰ τοῦ εὐσεβοῦς βασιλεύοντος, ὃς καὶ πολλάκις αὐτῷ προετρέψατο διὰ γραμμάτων πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν καὶ τὸν βασιλέα θεάσασθαι καὶ τῶν παρ' αὐτοῦ φιλοφρονήσεων καὶ τιμῶν μετασχεῖν. Ὁ δὲ δεδοικώς, μὴ πρὸς λύπην καὶ σκάνδαλον τοῦ ἀμερμουμνῆ γένηται τοῦτο, προφάσεις ἐπλάττετο, καὶ τὸ μὴ δύνασθαι τὴν ἑαυτοῦ χώραν ἔρημον τῆς ἐξ αὐτοῦ βοηθείας καταλιπεῖν, ἵνα μὴ ὑπὸ τῶν Σαρακηνῶν καταληϊσθῇ, μάτην ἐσκήπτετο. Ὁ δὲ αὐτὸς ἄρχων τοῦ Ταρὼν κρατήσας ἐν πολέμῳ ποτὲ τοῦ Ἀρκάϊκα τοὺς παῖδας, ἤγουν Κρικορίκου τοῦ πατρικίου, τοῦ πατρὸς τοῦ πρωτοσπαθαρίου Ἀσωτίου, τοὺς ἐξαδέλφους, εἶχε παρ' ἑαυτῷ δεσμίους. Περὶ ὧν καὶ Συμβάτιος, ὁ τότε ἄρχων τῶν ἀρχόντων, τὸν αὐτὸν μακαριώτατον βασιλέα διὰ γραμμάτων ἠξίωσεν τοῦ ἀποστεῖλαι πρὸς τὸν Ταρωνίτην καὶ ἀναλαβέσθαι σπουδάσαι τοὺς οἰκείους ἀνεψιούς, οἵτινες ἦσαν υἱοὶ τοῦ εἰρημένου Ἀρκάϊκα, ἵνα μὴ πρὸς τὸν ἀμερμουμνῆν ἀποσταλῶσιν· συγγενὴς γὰρ ἦν τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, Γρηγόριος ὁ πατρίκιος. Ἐπακούσας δὲ τῆς τοιαύτης τοῦ Συμβατίου ἀξιώσεως Λέων, ὁ μακαριώτατος βασιλεύς, τὸν Σινούτην ἐκεῖνον τὸν εὐνοῦχον ἀπέστειλε,