40
τοῦ ἐπισκόπου δίδωσιν, καὶ διαβάλλει αὐτὸν ὡς ἀμελοῦντα τῶν θλιβομένων. Ὁ δὲ ἐπίσκοπον ἢ λόγῳ ἢ ἔργῳ κακο λογῶν Θεῷ προσπταίει, οὐκ ἀκούσας αὐτοῦ εἰπόντος· «Θεούς σου οὐ κακολογήσεις.» Oὐ γὰρ περὶ λίθων ἢ ξύλων προσοχθισμάτων ἐνομοθέτει, βδελυκτῶν ὄντων διὰ τὴν ψευδωνυμίαν, ἀλλὰ περὶ τῶν ἱερέων καὶ τῶν κριτῶν, οἷς καὶ εἶπεν ὅτι «Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες». Eἰ οὖν γινώσκεις, ὦ διάκονε, θλιβόμενόν τινα, ὑπομνήσας τὸν ἐπίσκοπον, οὕτως δίδου· ἀλλὰ μὴ λαθραίως εἰς λοιδορίαν αὐτοῦ τι ἐπιτέλει, ἵνα μὴ καὶ γογγυσμὸν ἐπεγείρῃς κατ' αὐτοῦ. Oὐ γὰρ κατ' αὐτοῦ ὁ γογγυσμὸς γενήσεται, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ, καὶ ἀκούσεται ὁ διάκονος καὶ οἱ λοιποί, ὡς Ἀαρὼν καὶ Μαριὰμ καταλα λήσαντες Μωϋσέως ἤκουσαν· «Πῶς οὐκ ἐφοβήθητε κατα λαλῆσαι κατὰ Μωϋσῆ τοῦ θεράποντός μου;» Καὶ πάλιν αὐτὸς ὁ Μωϋσῆς φησιν τοῖς ἐπισυναχθεῖσιν αὐτῷ· «Oὐ γὰρ καθ' ἡμῶν ὁ γογγυσμός ἐστιν, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Eἰ γὰρ ὁ λαϊκὸν εἰρηκὼς ·ακὰν ἢ μωρὸν οὐκ ἀτι μώρητος, ὡς ὑβρίσας τὸ τοῦ Χριστοῦ ὄνομα, τί ἄν τις κατὰ ἐπισκόπου εἴπῃ; ∆ι' οὗ τὸ ἅγιον Πνεῦμα ἐν ὑμῖν ὁ Κύριος ἔδωκεν ἐν τῇ χειροθεσίᾳ, δι' οὗ ἅγια δόγματα μεμαθήκατε καὶ Θεὸν ἐγνώκατε καὶ εἰς Χριστὸν πεπιστεύκατε, δι' οὗ ἐγνώσθητε ὑπὸ Θεοῦ, δι' οὗ ἐσφραγίσθητε ἐλαίῳ ἀγαλλιάσεως καὶ μύρῳ συνέσεως, δι' οὗ υἱοὶ φωτὸς ἀνεδείχθητε, δι' οὗ Κύριος ἐν τῷ φωτισμῷ ὑμῶν, τῇ τοῦ ἐπισκόπου χειροθεσίᾳ μαρτυρῶν, ἐφ' ἑκατέρων ὑμῶν τὴν ἱερὰν ἐξέτεινεν φωνὴν λέγων· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.» ∆ιὰ τοῦ ἐπισκόπου σου ὁ Θεὸς υἱοποιεῖταί σε, ἄνθρωπε· γνώριζε οὖν, υἱέ, τὴν δεξιάν, τὴν μητέρα σου καὶ στέργε, καὶ τὸν μετὰ Θεὸν γενόμενόν σου πατέρα σέβου. Eἰ γὰρ περὶ τῶν κατὰ σάρκα γονέων φησὶν τὸ θεῖον λόγιον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται», καί· «Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω», πόσῳ μᾶλλον περὶ τῶν πνευματικῶν γονέων ὑμῖν ὁ λόγος παραινέσει τιμᾶν αὐτοὺς καὶ στέργειν, ὡς εὐεργέτας καὶ πρεσβευτὰς πρὸς Θεόν; Τοὺς δι' ὕδατος ὑμᾶς ἀναγεννήσαντας, τοὺς τῷ ἁγίῳ Πνεύματι πληρώσα ντας, τοὺς τῷ λόγῳ γαλακτοτροφήσαντας, τοὺς ἐν τῇ διδασκαλίᾳ ἀναθρεψαμένους, τοὺς ἐν ταῖς νουθεσίαις στηρί ξαντας, τοὺς τοῦ σωτηρίου σώματος καὶ τοῦ τιμίου αἵματος ἀξιώσαντας ὑμᾶς, τοὺς τῶν ἁμαρτιῶν λύσαντας καὶ τῆς