βασιλέως ∆αρείου, λέγω δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ' αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ' ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτῆρες τῶν καλῶν, εἰς τὸ ὕψος τῆς γνώσεως ἐνώπιον τῆς ἀπαθείας. ∆ιὰ γὰρ τῆς ἀπαθείας εἰς τὸ ὕψος τῆς γνώσεως ἀνατείνεται, ζητῶν τὸν δοτῆρα τῆς νίκης. Ἱερουσαλὴμ γὰρ ὅρασιν εἰρήνης ἑρμηνεύει. Νίκην μὲν οὖν λέγει τὸ κατὰ τῶν παθῶν κράτος τῆς πρακτικῆς· σοφίαν δὲ, τὴν διὰ τῆς θεωρητικῆς γνῶσιν τῆς ἀληθείας. ∆όξαν δὲ τὴν ἐξ ἀμφοτέρων ὡραιότητα καὶ λαμπρότητα. Ἑνούμεναι γὰρ μίαν ἀναστράπτουσιν αἵγλην. Εἶτα προστήρησον· ὅτι Καὶ ἐγὼ σὸς οἰκέτης. ∆ιὰ γὰρ τοῦ τοιούτου νοὸς, ὡς δι' ὑπηρετοῦντος ὀργάνου, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν τῷ ἀνθρώπῳ ἐπιτελεῖ, μηδὲν ἕτερον συνεισφέροντι πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἀλλ' ὁ μὲν πρῶτος νεανίσκος τῷ οἴνῳ δοὺς τὸ κατὰ πάντων κράτος, τῇ ζέσει τῶν σαρκικῶν ἡδονῶν τὴν νίκην κατεχωρήσατο. Ὁ δεύτερος δὲ τῷ βασιλεῖ τοῦτο δοὺς, τὴν κοσμικὴν δόξαν ὑπερισχύειν ᾐνίξατο. Ὁ δὲ τρίτος ὁ Ζοροβάβελ διὰ μὲν τῶν γυναικῶν ἐνέφηνε τὸ τέλος τῶν ἀρετῶν, τὴν εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλήσιον ἀγάπην διὰ δὲ τῆς ἀληθείας, τὸ τέλος τῶν γνώσεων, ἤτοι τῶν ὄντων ἀρχήν· λέγω δὴ τὸν Θεόν. Καὶ οἱ μὲν βʹ νεανίσκοι τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου σώματος εἰκόνα φέρουσιν· καὶ ὁ μὲν τῇ ἐπιθυμίᾳ, ὁ δὲ τῷ θυμῷ προσνέμει τὸ κύρος. Ὁ μὲν γὰρ νοῦς ἐπιθυμίας σύμβολον, ὁ δὲ βασιλεὺς θυμοῦ· τυραννικὸν γὰρ ὁ θυμός. Ὁ δέ γε Ζοροβάβελ τύπον ἐπέχει τῆς ἁπλῆς καὶ ἀσυνθέτου κατ' οὐσίαν ψυχῆς· διὸ καὶ σοφῆς ἀντέθηκε. Ταῖς μὲν γὰρ σαρκικαῖς ἡδοναῖς, τὴν πνευματικὴν τὴν ἐκ τῆς εἰρημένης ἀγάπης γινομένην· τῷ δὲ φθειρομένῳ κράτει, τὸ ἄφθαρτον. Καὶ διαλεχθεὶς οὕτω καὶ νικήσας, ἠλευθέρωσε τὸν λαὸν, ὡς ἀνωτέρω προδιελάβομεν· καὶ ἐπανήγαγεν εἰς τὴν Ἰουδαίαν, ἢ εἰς μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ εἰς Ἱερουσαλὴμ, φημὶ δὴ τὴν εἰρηνικὴν καὶ ἀπαθῆ κατάστασιν· καὶ ᾠκοδόμησε τὸν ναὸν, τὴν δεκτικὴν τῆς ἀνωτάτω σοφίας γνῶσιν. Ἑτέρα θεωρία εἰς τὸν Ζοροβάβελ. Ζοροβάβελ νέος ἐστὶν ὁ διὰ τοῦ παλαιοῦ τυπούμενος Ἰησοῦς Χριστὸς, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς, καὶ γεννηθεὶς τέλειος ἄνθρωπος, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, μηδὲ πρὸς τὴν τῶν παθῶν σύγχυσιν κατασυρείς. Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις τεχθεὶς, καὶ μεθ' ἡμῶν τῶν ἀνόμων λογισθείς. Οὗτός ἐστιν ἡ ἀνατολὴ φωτὸς τῆς 77.1284 ἀληθείας τοῦ λάμψαντος τοῖς διασπαρεῖσιν ὑπὸ τῆς πλάνης. Ἀνατελεῖ γὰρ, φησὶν, ἡμῖν ἥλιος δικαιοσύνης, καὶ ἀνατολὴ ὄνομα αὐτοῦ. Οὗτός ἐστιν ὁ καὶ λόγῳ καὶ ἔργῳ νικήσας ὅλον τὸν κόσμον, καὶ ἀληθῶς ἐλευθερῶν τοὺς πειθομένους αὐτῷ, καὶ ἐπανάγων ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ θανάτου εἰς ζωὴν, καὶ ἀπὸ γῆς εἰς οὐρανόν. Οὗτός ἐστιν ὁ σοφὸς οἰκοδόμος τοῦ ἐμπρησθέντος τῷ πυρὶ τῶν παθῶν ἡμῶν λογικοῦ ναοῦ, ὁ κατασκευάσας τὸν ἀχειροποίητον ναὸν τοῦ προσλήμματος, ἐν ᾧ καὶ ἐσκήνωσεν. Οὗτός ἐστιν οὗ προείρηκε τὸ Πνεῦμα τὸ ἅγιον· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν τήν τε προτέραν δηλοῦν τοῦ ἀνθρώπου διάπλασιν, καὶ τὴν τελευταίαν ἐν ἑαυτῷ ἀνάπλασιν. Οὗ χεῖρας εἶπε τὴν δημιουργικὴν δύναμιν. Οὗτός ἐστιν ὁ Ζοροβάβελ οὗ ἐν τῇ χειρὶ ὁ λίθος ὁ κασσιτέρινος. Ἑπτὰ δὲ τοῦ λίθου τούτου οἱ ὀφθαλμοί. Ὁ γὰρ παλαιὸς Ζοροβάβελ οὐδαμῶς ἱστόρηται λίθον τοιοῦτον κτησάμενος. Χεὶρ μὲν οὖν τοῦ νέου Ζοροβάβελ ἡ πρᾶξις τῶν ἐντολῶν αὐτοῦ. Λίθος δὲ κασσιτέρινος, ἡ εἰς αὐτὸν πίστις. Ἡ γὰρ εἰς αὐτὸν πίστις ἐν τῇ πράξει τῶν ἐντολῶν αὐτοῦ διαφαίνεται. Ἀλλὰ λίθος μὲν αὕτη διὰ τὸ στεῤῥὸν, ὅσον πρὸς τὴν ἀλήθειαν, καὶ ἀμετακίνητον. Κασσιτέρινος δὲ διὰ τὸ τὸν κασσίτερον χαρακτηρίζειν αὐτήν. Ὥσπερ γὰρ ὁ κασσίτερος τῆς τοῦ ἀργύρου καὶ τῆς τοῦ μολίβδου μετέσχηκεν ἰδιότητος. Οὕτω γὰρ αὕτη δοξάζει μὲν φυλαττομένη, κολάζει δὲ