Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δικαιοσύνης στέφανον. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. (C f. 40.) Ἄλλως τοῖς ἐπιμένουσι τῇ ἁμαρτίᾳ, καὶ 69.837 ἄλλως τοῖς μετανοοῦσιν εὑρίσκεται· τοῖς μὲν γὰρ κριτὴς, τοῖς δὲ λυτρωτὴς εὑρίσκεται. Πλὴν ὅτι πρῶ τον ἡμᾶς τὸν Θεὸν εὑρεῖν ὁ προφήτης, καὶ τότε παρ' αὐτοῦ εὑρεθήσεσθαι [λέγει,] σαφῶς οὖν τοῦτο δηλοῖ ὅτι ἐν ἡμῖν ἡ σωτηρία. Ὅτι θήσεις αὐτοὺς νῶτον. Εἰς δὲ τὸν Χριστόν τινες ἐξειληφότες τὸν παρόντα ψαλμὸν, εἰς τοὺς Ἰουδαίους τὰς τιμωρίας ἐξέλαβον, ἀπὸ τοῦ, "Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. "Ταῦτα γὰρ ἐπενεχθήσεται, φασὶν, αὐτοῖς εἰς τὸν καιρὸν τῆς τοῦ προσώπου σου παρουσίας, δι' ἅπερ ἐμηχανήσαντο κατὰ σοῦ, νομίσαντες ἀδυνάτως τὸν τῆς δόξης Κύριον θανάτῳ περιβάλλειν. ∆ιὸ καὶ τέθεινται νῶτον τοῖς ἐξ ἐθνῶν πιστοῖς. Πρῶτον μὲν υἱοὶ Θεοῦ καὶ λαὸς χρηματίσαντες, ὕστερον δὲ ἄλλοις τῆς υἱοθεσίας παραχωρήσαντες τοῖς ἐπ' ἐσχάτων κληθεῖσιν ἐθνικοῖς, οἵτινες καὶ πρῶτοι γεγένηνται, κατὰ τὸ, "Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι." Ἐν δὲ τοῖς περιλοίποις φησὶν, ἐπείπερ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται.
ΨΑΛΜΟΣ ΚΑʹ.
Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ ∆αβίδ. (A f. 122
b.) Τινὲς δὲ ἀντίληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος καιρόν· ἐγήγερται γὰρ ὄρθρου βαθέος πατήσας τὸν θάνατον. Ἀντίληψις οὖν ἡ ἀνάστασις, ὡς ἀποσοβοῦσα μὲν τῶν σωμάτων τὴν φθορὰν, καθαίρουσα δὲ τῇ πίστει τοὺς ἐπὶ τῆς γῆς. Ἐὰν γὰρ εἴπῃς, φησὶν, ἐν τῷ στόματί σου, Κύ ριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἀλλ' ἴδωμεν ὁποῖα πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος ὁ Κύριος φθέγ γεται, μεσιτεύων ὑπὲρ τῆς ἀνθρωπότητος, καὶ πλη ροφορῶν ὅτι παράκλητος ἡμῶν ἐστιν. Ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. (A f. 125 b.) Τοῦτο δὲ λέγοντες, κατὰ τοῦ Θεοῦ τὸν ὀνειδισμὸν ἀπέῤῥιπτον, ὡς ἀδυνατοῦντος σῶσαι τὸν Υἱὸν αὐτοῦ ὃν θέλει, τουτέστιν ὃν ἀγαπᾷ. Θαυ μάσειε δ' ἄν τις τὴν ἀμέτρητον τῶν Ἰουδαίων νωθείαν, πῶς ταῦτα ἀναγινώσκοντες τὰ ὡς ἐκ προσώπου Χρι στοῦ λεγόμενα κατ' αὐτῶν, οὐ συνίεσαν ὁρῶντες αὐ τὸν σταυρούμενον, καὶ τοῖς ἑαυτῶν τολμήμασι συμ φωνοῦσαν τὴν προφητείαν. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. (C f. 43.) ∆ιδασκάλου φωνὴ ὅταν ἴδῃ τοὺς ἑαυτῷ γεννηθέντας συμφορὰν ὑπομένοντας, ὁποίαν ὁ Σωτὴρ περὶ τοὺς μαθητὰς συμπαθητικὴν ἐξ ἀγάπης ἔσχεν διάθεσιν, ἐν μέσῳ τῆς κοιλίας συμπαθοῦσαν οἷς ἔτεκεν. Ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας, ὥς τε κηρὸς 69.840 ὑπῆρχεν ἐτάκη, ὅτε τροφὴ γέγονεν, εἰς γαστέρα κεχώρηκε. Λέγει δὲ τὰς νοήσεις διὰ συνεχοῦς μελέ της λεπτυνομένας, ὥστε πρὸς τὴν τοῦ τραφέντος ἀναδίδοσθαι σύστασιν. ∆ιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. (A f. 125 b.) Ὄνομα ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ, "Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώ ποις." Κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν, εἰπὼν καὶ διδάξας, ἀλλ' ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς καθ' ὃ γέγονε καθ' ἡμᾶς. Ἔφη γὰρ, ὅτι "Οὕτως ἠγάπη σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μο νογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν· ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρε πεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ' ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα καὶ ἐγνώκασιν αὐ τόν. Ἔφη γοῦν καὶ αὐτὸς, ὅτι "Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα." Ἀλλὰ καί· "Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε." Ἐκκλησίας δὲ ποίας, ἢ ἐκείνης πάντως ἢν αὐτὸς ἑαυτῷ παρέστη ὁ Υἱὸς, μὴ ἔχουσαν σπῖλον ἢ