Ῥοῦφος. 9Σφραγίσ9: ι· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλ λαβὴν κοινολεκτούμενα ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς. 9Σῖτοσ9: ι· ὥσπερ γὰρ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργάστης, καὶ κατὰ ἀποβολὴν τοῦ σ ἐργάτης ἐν βαρυτόνῳ τάσει· καὶ παρὰ τὸ οἴσω γίνεται οἴστος, καὶ ἀποβολῇ τοῦ σ οἶτος ἐν βαρυ τόνῳ τάσει, οὕτως καὶ παρὰ τὸ σείω γίνεται σειστὸς, καὶ ἀπο βολῇ τοῦ σ σῖτος διὰ τοῦ ι· καὶ ἄλλως, παρὰ τὸ σίω τὸ διὰ τοῦ ι γραφόμενον· καὶ ἄλλως, ὅτι τὰ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Τρίτος· μίτος· Ἐπαφρόδιτος. 9Σκίροσ9: ∆ιὰ τοῦ ι τὸ ἐπὶ τοῦ πάθους· ι ἡ παράδοσις. 9Σείω9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ πνέω γέγονεν πνείω διὰ τῆς ει διφθόγγου ἐπενθέσει τοῦ ι, καὶ παρὰ τὸ πλέω πλείω, οὕτως καὶ παρὰ τὸ σέω σείω διὰ τῆς ει δι φθόγγου. 9Σπληνίον9: Παρὰ τὴν σπληνὸς γενικήν. 9Σιδών9: Ἐπὶ τοῦ πολίτου ὅτε ἀρσενικῶς λέγεται, καὶ ἐπὶ τῆς πόλεως ὅτε θηλυκῶς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Σαρπηδών· σηπεδών· χελιδών. 9Σελίδιον9: ι· ὥσπερ ψελὶς, ψελίδιον· οὕτως καὶ σελὶς, σε λίδιον. 9Σάρδισ9: ι· ὥσπερ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρὸν, οὕτως καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν. 258 9Σησάμη9: ∆ιὰ τοῦ η ἡ παράδοσις. 9Σκόλοποσ9: ∆ιὰ τοῦ ο ἡ παραλήγουσα· Εὐριπίδης. τίς ἐσθ' ὁ μέλλων σκόλοπος ἢ λεσμοῦ τυχεῖν; 9Σιγηλόσ9: ∆ιὰ τοῦ ι τὸ πρῶτον παρὰ τὸ σιγῶ, σιγήσω· τὸ δὲ η ἐκ τοῦ σιγῶ τροπῇ τοῦ ω εἰς η γέγονεν σιγηλός. 9Σέλινον9: ∆ιὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σέλιννα λέγουσιν, ὥσπερ ὅμιλος, ὄμιλλος· καὶ ἄλλως· τὰ διὰ τοῦ ινος προπαρ οξύτονα μὴ ὄντα σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δί φθογγον διὰ τοῦ ι γράφεται· οἷον, κύμινον· ἀνθρώπινον· ξύλινον. 9Σπῖρα9: Σημαίνει δὲ τὰ ἱμάτια, διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ ἐνσπείρεσθαι τινὰ ἐν αὐτοῖς οὕτως λέγονται· ἀλλ' ἡ παράδοσις τὸ ι ἔχει ἴσως τῷ λόγῳ τῶν ῥημάτων· εἰσὶ γάρ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ τῆς ει διφθόγγου, καὶ γράφεται διὰ τοῦ ι· ὥσπερ πείθω, πιθανός· οὕτως καὶ εἴρω, Ἴρις, καὶ σπείρω, σπῖρον, καὶ τὰ σπῖρα. 9Συρία9: ι, παρὰ τὸ Σύρος. 9Σκίπεσ9: ι· σκὶψ γάρ ἐστιν ἡ εὐθεῖα· τὰ δὲ εἰς ψ λή γοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· λέγουσι δὲ καὶ σκνὶψ καὶ πνὶψ διὰ τοῦ φ καὶ διὰ τοῦ π. 9Στίβη9: ι· σημαίνει δὲ τὴν ψυχρίαν· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἑνὶ τῶν μέσων, λέγω δὴ τὸ β, ἢ γ, ἢ δ, ἢ ἕν τι τῶν δασέων, λέγω δὴ τὸ θ, ἢ φ, ἢ χ, ἢ τὸ λ, ἢ τὸ μ, ἢ τὸ ν, ἢ τὸ κ, ἢ τὸ π, ἢ τὸ τ, οὐ θέλουσι τῇ ει διφθόγγῳ πα ραλήγεσθαι· οἷον, τριβή· λοιβή· ἀμοιβή· στοιβή· ἐρυσιβή. 9Σινώπη9: ∆ιὰ τοῦ ι· καὶ τὸ νω μέγα κατὰ παράδοσιν. 9Σεμίδαλισ9: ι ἡ βʹ συλλαβὴ, ἐπειδὴ καὶ συστέλλεται· σε μιδάλεως γὰρ κοινοτέρως. 9Στριφνόσ9: ∆ιὰ τοῦ ι· παρὰ τὸ στύφω γέγονεν στυφνὸς καὶ στρυφνὸς, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι στριφνός. 9Σκίπων9: Σημαίνει δὲ τὴν βακτηρίαν· διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ σκιρίπτω γίνεται σκιρίπτων, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ ρ, ἀποβολῇ τοῦ τ σκίπων· καὶ ἄλλως, τὰ εἰς πτω λή γοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. 259 9Σιμόσ9: ∆ιὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σίγμα γίνεται σιγμὸς, καὶ κατὰ ἀποβολὴν τοῦ γ σιμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τὸ σ μιμεῖσθαι· τὸ δὲ σίγμα διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ἄλφα· βῆτα· γᾶμμα· δέλτα· οὕτως οὖν καὶ τὸ σ ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. 9Σίνονται9: ∆ιὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σίνονται λέγουσι, καὶ οὐχὶ σέννονται· καὶ παρὰ τὸ σίνομαι δὲ διὰ τοῦ ι γράφεται· οἷον, ἐπισίνης. 9Σιγαλόεντα9: ∆ιὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὰ πεποι κιλμένα· παρὰ γὰρ τὸ στίζω γέγονεν στιγαλόεντα, καὶ κατὰ ἀποβολὴν τοῦ τ. 9Στῖμι9: Σημαίνει δὲ τὸν λεγόμενον χόλλαν, διὰ τοῦ ι· τὰ γὰρ εἰς ι λήγοντα οὐδέτερα οὐ θέλουσι τὴν ει δίφθογγον παρα λήγεσθαι· οἷον, μέλι· κιννάβαρι· σίνηπι· πίπερι· οὕτως οὖν καὶ στῖμι· ἰστέον δὲ ὅτι λέγεται καὶ ἡ στῖμις, τῆς στίμεως, τὴν στῖμιν, καὶ τὴν μέλαινα στῖμιν