ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ῥηθέντα καπετάνιον Νικολὸ ντὲ Καναλία, στείλαντες ἕτε-ρον καπετάνιον τὸν Θωμᾶν Μουτζενίγον, ἐπίασαν αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν γραμματικὸν καὶ σιδήροις δεσμεύσαντες ἔστειλαν εἰς τὸν αὐθέντην αὐτῶν, εἰς τὴν ἀρχὴν τοῦ φθινοπώρου τοῦ οθ-ου ἔτους. 46.9 Ἐν ᾧ δὴ χρόνῳ τῇ ...τοῦ ... μηνὸς καὶ ὁ εἰς τὴν Ἀνδριανούπο-λιν δεσπότης κὺρ ∆ημήτριος τέθνηκε, γεγονὼς καὶ καλόγηρος καὶ ∆αβὶδ ἐπονομασθείς, πρὸ αὐτοῦ χρονῶν ὀλίγων ἀποθανούσης τῆς θυγατρὸς αὐ-τοῦ· ἔτι δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἡ βασίλισσα τέθνηκε μετά τινα καιρὸν ὀλί-γον τοῦ θανάτου αὐτοῦ. 46.10 Τῇ δὲ κ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ π-οῦ ἔτους περιέπεσον ἐγὼ εἰς ἀσθένειαν τοιαύτην, ὥστε καὶ ἐποίησάν με καὶ τέλειον καλόγηρον καὶ μεγαλόσχημον, μὴ ἐννοήσαντος μου τὸ τυχόν. 46.11 Περὶ δὲ τὸ φθινόπωρον τοῦ πα- ου ἔτους ἐπαναστρέφοντος ἀπὸ τὸν ῥῆγαν τῆς Φράντζας καὶ τὸν δοῦκαν τῆς Μπεργωνίας, ὁ καρδηνάλιος κὺρ Βησσαρίων, ἀπεστάλη γὰρ ἀπὸ τὴν ἐκκλησίαν πρὸς τὸ εἰρηνεῦσαι αὐτούς, καθ' ὁδὸν τῇ ιε-ῃ Νοεμβρίου ἀπέθανε· καὶ φέροντες αὐτὸν εἰς τὴν Ῥώμην μετὰ τιμῆς ὅτι πλείστης ἔθαψαν εἰς τὸν ναὸν τῶν ἁγίων ἀπο-στόλων, ἔνθα δὴ καὶ προκατέμενε καὶ τὸν τάφον αὐτοῦ προετοίμασε πλη-σίον τοῦ τάφου τῆς ἁγίας ὁσιομάρτηρος Εὐγενείας.
47.1 Περὶ δὲ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐξῆλθε καὶ ὁ Ζουχασά-νης κατὰ τοῦ τόπου ἀμηρᾶ τοῦ Μεχεμέτη καὶ διέδραμε τόπους αὐτοῦ εἰς τὴν Ἀνατολήν· καὶ ἐξῆλθε οὕτως ὁ ἀμηρᾶς ἀπὸ τῆς Κωνσταντινουπό-λεως καὶ ἀπῆλθε κατ' ἐκείνου μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ. Καὶ πλη-σιάσαντες εἰς τὴν ἀρχὴν ἐνίκησεν ἐκεῖνος φωσάτον τοῦ ἀμηρᾶ, ὅπερ ἐξῆλθεν ἔμπροσθεν κατ' ἐκείνου· ἐν ᾧ ἐσκότωσε καὶ τὸν μπεϊλαρπεῒν τῆς ∆ύσεως, υἱὸν τοῦ ποτε Παλαιολόγου Θωμᾶ τοῦ Γίδου ἐκείνου καὶ πολλοὺς ἄλλους τῶν ὄντων εἰς τὴν ∆ύσιν ἀρχόντων καὶ κεφαλάδων. Εἶτα ἀπελθόντος καὶ κατὰ πρόσωπον τοῦ ἀμηρᾶ ἐνικήθη καὶ ἐπιστρέψας ἀπῆλθεν εἰς τὸν τόπον αὑτοῦ· ὁμοίως καὶ ὁ ἀμηρᾶς ἐπιστρέψας ἦλθεν εἰς τὴν Πόλιν. 47.2 Περὶ δὲ τὸ τέλος τοῦ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἀπῆρεν καὶ ἡ αὐθεντία τῶν Βενετίκων τὸ πλησίον τῶν Κορυφῶν καστέλιν Στροφύλιν ὀνομαζόμενον. 47.3 Τῇ δὲ ζ-ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ πβ-ου ἔτους τέθνηκεν εἰς τὴν Ἁγίαν Μαύραν καὶ ἡ βασίλισσα κυρὰ ἡ Παλαιολογῖνα, καὶ μοναχὴ γενομένη καὶ Ὑπομονὴ μετονομασθεῖσα. 47.4 Τῇ δὲ θ-ῃ τοῦ ∆εκεμβρίου μηνὸς τέθνηκε καὶ ὁ μεθ' ἡμῶν εὑρισκόμενος ἱερομόναχος καὶ πνευματικὸς κὺρ Ἱερόθεος, ὁ καὶ διὰ τοῦ μεγάλου σχήματος μετονομασθεὶς Ἰωσήφ, ὃς ἦν ἐκ νεότητος μεθ' ἡμῶν καὶ συσχολίτης καὶ φίλος μέχρι καὶ τοῦ τέλους αὑτοῦ. 47.5 Τὸ δὲ θέρος τοῦ πγ-ου ἔτους ποιήσας ὁ τῶν ἀσεβῶν ἄρχων ἁρμά-τωμα μέγα καὶ πέμψας αὐτὸ εἰς τὰ ἄνω μέρη τῆς Μαύρης Θαλάσσης ἀ-πῆρε τὸ μέγα κάστρον, τὸν Καφᾶν γεγόμενον. 47.6 Τὸ δὲ θέρος τοῦ πδ-ου ἔτους ἀπῆλθε κατὰ Βλαχίας μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ τὸν δὲ Σεπτέβριον τοῦ πε-ου ἔτους ἐπέστρεψε πλέον νικηθεὶς ἢ νικήσας. Καὶ τὸν μὲν μπεϊλερπεῒν ἀφῆκεν εἰς τὴν Σοφίαν, αὐ-τὸς δὲ ἦλθεν εἰς τὴν Ἀνδριανούπολιν· καὶ ποιήσας ἡμέρας τινὰς ἐξελ- θὼν ἦλθεν εἰς τὴν Κωνσταντινούπολιν.
48.1 Τοῦ δ' αὐτοῦ χρόνου τῇ α-ῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐπῆλ-θεν ἐμοὶ ῥευματισμὸς εἴς τε τὴν κεφαλὴν καὶ τὰ γόνατα καὶ ἐξῆλθεν ἀπὸ τοῦ στόματός μου καὶ τῆς ῥινὸς καὶ τῶν ὠτίων τοσαύτη ὑγρασία, ὅτι ἀπέλπισάν με· καὶ τρὶς τῶν ἀχράντων μυστηρίων με ἐκοινώνησαν τὸν ἀνάξιον, ὅπερ καὶ εἴθε μοι ἐπῆλθεν ὁ θάνατος, ἡ θεραπεία πάντων τῶν ἐν ἐμοὶ δυσχερῶν, καὶ τοῦ γέρους λέγω καὶ τῆς ἀσθενείας καὶ τῆς ἐνδείας οὐ τῶν πολλῶν καλῶν καὶ συνήθων ἀπὸ νεότητος, ἀλλὰ καὶ σχεδὸν τῶν ἀναγκαίων, εἰ μὴ ὅτι ἡ ὑπομονὴ τῶν τοιούτων καὶ εὐχαριστία πρὸς θεόν, θεοῦ χάριτι, αἰτία μέλλει εἶναι εἰς τὸ συγχωρῆσαι αὐτὸν πολλὰ τῶν ὧν πρὸς αὐτὸν ἔπταισα. οὐ γὰρ γέγονεν ἐν τῷ βίῳ ἁμάρτημα, οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ οὐκ ἐπλημμέλησα ὁ ἄθλιος κατὰ νοῦν καὶ λόγον καὶ προαίρεσιν, καὶ θέσει καὶ