40
ἐγγόνου καὶ βασιλέως, ἔτι δὲ καὶ τὴν εἰρήνην καὶ ἐφ' οἷς ἐγένετο ἀπαγγειλάσης, πρῶτα μὲν ἔκπληξις εἶχε τὸν βασιλέα, καὶ σχεδὸν ἠπίστει τοῖς λεγομένοις. ἐπεὶ δὲ ἐπείθετο ἀληθῆ εἶναι, ἡδέως τε ἐδέξατο τὴν εἰρήνην, καὶ τῷ ἐγγόνῳ χάριτας ὡμολόγει πολλάς· συναγαγὼν δ' ἐν βασιλείοις εὐθὺς τοὺς ἐν τῇ Κωνσταντίνου εὑρεθέντας ἀρχιερέας, τούς τε ὅρκους ἐπετέλει, καὶ τὸν πρότερον ἐκφωνηθέντα κατὰ τοῦ νέου βασιλέως καὶ τῶν συνόντων διέλυεν ἀφορισμὸν, βασιλέα πάλιν τὸν ἔγγονον κελεύσας καὶ εἶναι καὶ ὀνομάζεσθαι. μέλλων δ' αὖθις τὴν αὐτὴν ἀνεψιὰν αὐτοῦ πρὸς βασιλέα τὸν νέον πέμπειν ὡς τοὺς παρ' ἐκείνου ληψομένην ὅρκους, ἀνιώμενος ὅτι μὴ τῶν εὖ γεγονότων τις, ἀλλ' Ἀπόκαυχος ἐπὶ τὸ τοὺς ὅρκους παραλαβεῖν ἀπέσταλτο, ἔφη πρὸς αὐτήν· «Τῆς μὲν εἰς ἐμὲ αἰδοῦς 1.117 καὶ προμηθείας τε καὶ τιμῆς, πολλῶν ἀμοιβὰς ἀγαθῶν εὔχομαι τῷ βασιλεῖ καὶ ἐμῷ ἐγγόνῳ παρὰ θεοῦ, οὐ μόνον κατὰ τὸν τῇδε βίον, ἀλλὰ καὶ κατ' ἐκεῖνον τὸν ἀτελεύτητον. ἔτι δέ μοι καὶ θαυμάζειν ἔπεισι τό, τε μέτριον αὐτῷ τοῦ ἤθους καὶ τὴν εὐθύτητα τοῦ τρόπου καὶ τὸ πρὸς τὰ καλὰ βεβηκὸς, ὅτι νέος ὢν καὶ βασιλεὺς καὶ παρὰ πολὺ τῶν ἀντιπάλων κεκρατηκὼς, ἐξ ὧν εἰκὸς ἦν πρὸς φιλοτιμίαν ἐπαρθῆναι καὶ φυσηθῆναι καὶ ἢ ἀγνωμονῆσαι περὶ ἡμᾶς, ἢ, τό γε δεύτερον, ἅπερ ᾐτούμεθα αὐτοὶ ποιήσαντα φανερὰ, εἶτα ἅπερ ἤθελεν αὐτὸς χαρίσασθαι, ἵνα θαυμάζοιτο παρὰ πάντων· ὁ δ' ἐποίησε τοιοῦτον οὐδὲν, ἀλλὰ τοὺς μὲν ἐμοὺς λόγους διετήρησεν ἐν ἀδήλῳ, οὐδενὸς ἐγνωκότος ἑτέρου πλὴν τοῦ μεγάλου δομεστίκου μόνου· αὐτὸς δὲ τοὺς λόγους συνετῶς ἄγαν καὶ κοσμίως οἰκονομήσας, διπλὴν ἡμῖν κατέθετο τὴν χάριν, οὐ μόνον τὸ, τῆς Ῥωμαίων ἡγεμονίας πάσης ἤδη πρὸς αὐτὸν κλινούσης, μέρος μέν τι παρακατασχεῖν, τῆς λοιπῆς δ' ἁπάσης ἡμῖν παραχωρῆσαι, ἀλλὰ καὶ τῷ μηδ' οὕτως εἰς στενὸν κομιδῇ τὰ ἡμέτερα ἐληλακότα ἐκπομπεῦσαι θελῆσαι. ἐξ ὧν ἐμὲ πεπεῖσθαι σαφῶς συμβαίνει, ὡς οὐδ' ἴχνος καταφρονήσεως ἐπὶ νοῦν ἦλθεν αὐτῷ ἐνδείξασθαι εἰς ἐμὲ, ἀλλὰ τὴν προτέραν αἰδῶ καὶ εὐλάβειαν ἀποσώζει. ἐκεῖνο δὲ οὐχ ἥκιστα λυπεῖ, ὅτι μὴ πρὸς τὴν παράληψιν τῶν ὅρκων, πολλῶν τε καὶ ἀγαθῶν καὶ τῶν καθ' αἷμα προσηκόντων αὐτῷ συνόντων, τούτων μὲν ἀπέσταλκεν οὐδένα, τὸν δὲ Ἀπόκαυχον, ἄσημον μὲν ὄντα καὶ ἐξ ἀσήμων, καὶ οὔπω χθὲς καὶ πρώην τοῖς τῶν δημοσίων 1.118 φόρων πράκταις ὑπογραμματεύοντα. καίτοι τὸ δεινότερον ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων. ὁ γὰρ αὐτὸς ἐμὲ πολλαῖς ὑποσχέσεσιν ἐξαπατήσας, τῶν δημοσίων ἁλῶν ἔφορος ἀπεδείχθη. εἶτα τῶν μὲν ὑποσχέσεων ἐκπεπλήρωκεν οὐδέν· ὁμοῦ δὲ πᾶσαν τὴν ἐκ τῶν ἁλῶν πρόσοδον καταφαγὼν, καὶ διὰ τοῦτ' ἐκ πολλῶν ὀλίγα ζητοῦντος ἐμοῦ λαβεῖν, τῷ καιρῷ χρησάμενος, πρὸς τὸν ἐμὸν ἔγγονον ᾤχετο ἀποδράς. τίς οὖν τοῦτον ἰδὼν οὕτω τιμώμενον παρ' αὐτῷ, ὥστε καὶ ἐπὶ τοῖς τοῖς εὐγενεστάτοις προσήκουσιν ἔργοις αὐτῷ χρῆσθαι, οὐκ ἂν ἐξεπίτηδες νομίσαι εἰς ἀνίαν ἐμοὶ παρὰ βασιλέως τοῦ ἐγγόνου συνεσκευάσθαι; εἰ γὰρ καὶ τῷ ὄντι μὴ παρ' ἐκείνου τοιαύτῃ πέπρακται γνώμῃ, ἀλλ' οἱ πολλοὶ οὕτω γε νομιοῦσιν.» Ἀποκριναμένης δὲ καὶ αὐτῆς, οὐδ' ἂν αὐτῇ δοκεῖν καταφρονητικῶς παρὰ βασιλέως τοῦ νέου τὸν Ἀπόκαυχον ἀπεστάλθαι· «πολλὰς τῆς εἰς σὲ, βασιλεῦ, αἰδοῦς τε καὶ εὐλαβείας δεδωκότος τὰς ἀποδείξεις,» ὁ βασιλεὺς τόν τε πρωτασηκρῆτις Βαρδαλὴν καὶ τὸν Καλλικρηνίτην ἅμα σὺν αὐτῇ πρὸς τὸν ἔγγονον ἀποστέλλει. ἀφικομένων δὲ πρὸς αὐτὸν, πρὸς μὲν τοὺς περὶ τοῦ Ἀποκαύχου λόγους ὡς ἐπύθετο τοῦ βασιλέως, «μὴ οὕτω μανείην» ὁ νέος εἴρηκε βασιλεὺς «ὡς ἢ μικρὸν ἢ μέγα ἐπὶ λύπῃ ἢ καταφρονήσει τοῦ ἐμοῦ ποιῆσαι κυρίου καὶ βασιλέως. τὸ γὰρ ὅλως πρὸς αὐτὸν ἁμαρτεῖν ἑκόντα, τῆς ἴσης ἄξιόν ἐστιν αἰτίας παρ' ἐμοὶ κριτῇ, ἄν τε μεῖζον ἄν τ' ἔλαττον ἁμάρτημα ᾖ. Ἀπόκαυχος δὲ οὐχ ὡς πρέσβις, οὐδὲ τῆς εἰρήνης βεβαιωτὴς, ταῦτα γὰρ τῇ ἐμῇ θείᾳ προσῆκεν, ἀλλ' ὡς γραμ 1.119 ματοκομιστὴς ἀπεστάλη μόνον. ἴσμεν δ', ὅτι καὶ μεγάλων ἕνεκα καὶ ἀναγκαιοτάτων πέμποντές τινι γράμματα, καὶ τοῖς φαυλοτάτοις τῶν οἰκετῶν χρώμεθα πρὸς μετακομιδήν. ὅμως εἰ καί τινα ἔχει