40
γυναιξίν. αδικον δὲ τὴν γνώμην ταύ1.100 την εκρινεν ὁ ∆αβίδ, καὶ ἐπ' ισης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ο καὶ νόμος εκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λάφυρα κατὰ τὸ ισον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς ̓Ισραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν ̔Εβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ επεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, ειπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ινα μὴ ζῶν ετι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιῆσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς ειδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ' ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν ̓Ισραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ορεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν επεμψαν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, η μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν ̓Ιαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων οσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι' ολης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ ̓Ιωνάθαν, καὶ ἀπαγαγόντες εἰς ̓Ιαβεὶς εκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες εθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ετι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ετη, ἐκείνου δ' ἀποθανόντος δύο καὶ εικοσιν. 1.101 Αρτι δ' ἐπανῆλθε ∆αβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ητταν τῶν ̓Ισραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ ̓Ιωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, ειπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οιόν τε οντα δι' ἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ινα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στέφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου ∆αβίδ. ἐθρήνησεν ουν ∆αβὶδ καὶ οἱ μετ' αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν ̓Ιωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, οτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταῦτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν ̓Ιούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ ̓Αχινοὸμ καὶ ̓Αβιγαίας, καὶ οἱ ανδρες οἱ μετ' αὐτοῦ πανοικί· ενθα βασιλεὺς αἱρεῖται παρὰ τῆς ̓Ιούδα φυλῆς. εὐλόγησε δὲ ∆αβὶδ τοὺς ανδρας ̓Ιαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ ̓Ιωνάθαν νεκρούς. ̔Ο δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος ̓Αβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν ̓Ιεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν ̓Ισραήλ, τοῦ ̓Ιούδα χωρίς, ἀνηγόρευσεν. ην δὲ τεσσαράκοντα ἐτῶν, οτε ἐβασίλευσεν ὁ ̓Ιεβοσθέ, καὶ δύο ετη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ ̓Αβεννὴρ δι' ὀργῆς ἐποιεῖτο τὴν ̓Ιούδα φυλὴν ὡς βασιλεύσασαν τὸν ∆αβίδ, καὶ ωρμησε κατ' αὐτῆς. ἀπήντησε δ' αὐτῷ μετὰ δυνάμεως 1.102 ̓Ιωάβ, ος ην τοῦ ∆αβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ αμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ ̓Αβεννήρ. ̓Αβεσὰ δὲ καὶ ̓Ασαὴλ ἀδελφοὶ ̓Ιωάβ. ὁ δὲ ̓Ασαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν οπισθεν ̓Αβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ επειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε. τοῦ τεθνεῶτος δ' οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν ̓Αβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς ̓Ιωὰβ λέγων "μὴ παρόξυνε πρὸς μάχην ανδρας ὁμοεθνεῖς· καὶ ̓Ασαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε." παράκλησιν ουν τοὺς λόγους τούτους ὁ ̓Ιωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν εστησεν. ἀρχὴν δ' ἐξ ἐκείνου παρ' ̔Εβραίοις ελαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν