μνώσει αἰσχυνόμενον, ὅμως δὲ γυμνωθεὶς ᾐσχύνθη, ἐσχηκὼς ἐν ἑαυτῷ τῆς αἰσχύνης τὸ ὄνομα καὶ τὴν ἔννοιαν, οὕτως εἶχεν ἐν ἑαυτῷ καὶ τοῦ θανάτου τὴν ἔννοιαν, κἂν τὸ πρᾶγμα ἐν ἄλλῳ μήπω ἦν θεασάμενος. ∆ιὸ εὐλόγως ἐδειλίασε τὸν θάνατον, εἰδὼς αὐτὸν ἀπὸ τῆς ἐννοίας αὐτοῦ ἀντικείμενον ὄντα τῆς ζωῆς. Ἐρώτησις %β. Ἐπειδὴ ἡ γραφὴ λέγει κρίματα καὶ δικαιώματα, καὶ μαρτύρια καὶ νόμον, ἐντολὰς καὶ προστάγματα, εἰ ταὐτά εἰσιν ἀμφότερα ἀλλήλοις ἢ ἑκάτερον ἔχει λόγον ἰδιάζοντα, δίδαξον. Ἀπόκρισις. Κρίματα μὲν λέγει τοὺς λόγους τοὺς διαστείλαντας τῶν οὐ πρακτέων τὰ πρακτέα, καὶ τιμὴν μὲν τὴν ἐπὶ τῇ ὑπακοῇ, ἀτιμίαν δὲ τὴν ἐπὶ τῇ παρακοῇ ὡρισμένας· δικαιώματα δὲ λέγει τῶν κριμάτων τὴν ὀρθότητα ἀπονεμητικὴν τῶν κατ' ἀξίαν ἑκάστῳ. Νόμον δὲ λέγει τὴν ἔγγραφον περίληψιν πάσης τῆς ἰουδαϊκῆς λατρείας τε καὶ πολιτείας· μαρτυρίαν δὲ καλεῖ τὴν ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν δεξαμένων τὸν νόμον δι' εὐλογίας καὶ κατάρας ἀμοιβήν, ἣν οὐρανὸν καὶ γῆν ὁ Μωϋσῆς διαμαρτυρόμενος ἔλεγε τοῖς Ἰουδαίοις συμβήσεσθαι αὐτοῖς πει θομένοις ἢ ἀπειθοῦσιν. Ἐντολὰς δὲ καὶ προστάγματα λέγει τὸν κατὰ * λόγων ὀνομάζων τοὺς λόγους ἐνταλτικῶς ἢ προσ τακτικῶς λεχθέντας, κατὰ τὴν ἔμφασιν τῆς θείας αὐθεντίας τοῦ ταῦτα ἐντειλαμένου ἢ προστάξαντος. Ἐρώτησις %γ. Eἰ τὰ νῶτα τοῦ οὐρανοῦ πεφόρτωται ὕδασι, καθώς φησιν ἡ γραφή, ὅπερ τινὲς ἔφασαν γεγονέναι διὰ τὴν πυρώδη τῶν φωστήρων οὐσίαν, ὥστε τοῖς ἐπικειμένοις τὸν οὐρανὸν πιαι νόμενον ὕδασι τῇ ὑποκειμένῃ τῶν φωστήρων φλογὶ μένειν ἀχείρωτον, πῶς οἱ ταῦτα λέγοντες ἀληθεύουσι, τῶν φωστήρων οὐκ ἐν τῷ οὐρανῷ ἀλλ' ὑπὸ τὸν οὐρανὸν κινουμένων; Eἰ δὲ τούτους ἐν τῷ οὐρανῷ λέγομεν εἶναι, πῶς τὴν κινητικὴν ἐνέρ γειαν ἔχουσι, τοῦ οὐρανίου σώματος τὸ ἀκίνητον ἔχοντος; Eἰ δὲ σὺν τῷ οὐρανῷ τὰ ἄστρα λαμβάνει τὴν κίνησιν, πῶς οὐκ ἀληθεύει ὁ σφαῖραν τὸν οὐρανὸν προσαγορεύων μῦθος; Eἰ δὲ τοῦτο μὲν ἀπρεπές, τὸ δὲ προλεχθὲν περὶ τῶν φωστήρων νοῆσαι ἀκόλουθον, πῶς οὐκ ἄχρηστος τῶν ἄνω ὑδάτων ἡ σύ στασις; Τίς δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρτωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι; Ἀπόκρισις. Κἂν ὑπὸ τὸν οὐρανόν εἰσιν οἱ φωστῆρες, ἀλλ' ἡ φορὰ τῆς τῶν πυρωδῶν οὐσιῶν ἐνεργείας κατὰ φύσιν ἐπὶ τὰ ἄνω γί νεται· διὸ εὔλογον αἰτίαν ἐπιδεδώκασιν οἱ εἰρηκότες πρὸς διαμονὴν τοῦ στερεώματος πεφορτῶσθαι τὰ νῶτα τοῦ οὐρανοῦ τοῖς ὕδασιν. Oὐ τοῦτο δὲ μόνον ἐστὶν αἴτιον τοῦ εἶναι τὰ ὕδατα ἐν τοῖς νώτοις τοῦ οὐρανοῦ, τὸ ἀχείρωτον αὐτὸν εἶναι τῇ ὑποκειμένῃ φλογὶ τῶν φωστήρων, ἀλλὰ καὶ τὸ βαρεῖσθαι αὐτὸν ἐπὶ τὸ κάτω ὑπὸ τοῦ πλήθους τῶν ἐν νώτοις αὐτοῦ ὑδάτων, καὶ μὴ δονεῖσθαι ὑπὸ τῆς βιαίας τῶν ἀνέμων φορᾶς,