1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

40

πρῶτον ἐμέλλομεν πειρασμῶν ἀφεθῆναι. 77.3 γενομένων οὖν ἡμῶν πλησίον τοῦ τείχους, ἐχεῖτο περὶ τὸν ναύσταθμον ἁπάντων ἐγχωρίων βαρβάρων τὸ πλῆθος, τοὺς μὲν οἰκείους προσλαμβανόμενον, τοῖς καθ' ἡμᾶς δὲ θαμβούμενον. 77.4 ἅμα γὰρ συνέβη πάσας τὰς τῆς πόλεως συνελθεῖν νῆας καὶ πρὸς τὸν ὅρμον γενέσθαι, εἶτα ἐξεκομίζετο ἀφ' ἑκάστης αὐτῶν τῶν τε χρημάτων τὸ πλῆθος καὶ τῶν λοιπῶν σκύλων ὥσπερ ἀπό τινων πόλεων, καὶ μετήγετο εἴς τινας προηυτρεπισμένας οἰκίας, ὡς ἐν ὀλίγῳ πληρωθῆναι τὴν πόλιν τῆς τούτων ὑποδοχῆς. 77.5 προέφερον δὲ καὶ ἡμᾶς ἄγοντες καθάπερ τι τρόπαιον νίκης, ἐπὶ πᾶσιν ἡμᾶς θριαμβεύοντες καὶ θέατρον ποιούμενοι τὴν καθ' ἡμᾶς συμφοράν. 77.6 οἷον γὰρ ἀνέκραγον καὶ τοῖς ἐξάλμασιν ἐπεσκίρτησαν, ὅτε πρὸς αὐτῇ γεγόναμεν τῇ εἰσόδῳ τῆς πόλεως, ἀφορμὴν θυμηδίας τὴν καθ' ἡμῶν ὕβριν δεικνύμενοι. 77.7 ὃ δὴ καὶ πλείω τῶν ἄλλων ὠδύνησεν ἡμᾶς, οὐκέτι φέροντας τῶν δεινῶν ἐκείνων καὶ τῆς ὑπερβαλλούσης αἰσχύνης τὴν ἐπαλληλίαν ὑφίστασθαι. 77.8 ἀλλ' ὅτε δὴ καὶ μετὰ τοῦτον τὸν θρίαμβον ἐκληρώθη τις οἶκος ἐν ᾧ φρουρεῖσθαι κατεκρίθημεν τηρηθησόμενοι τῆς πρὸς τὴν Ταρσὸν ἀφίξεως, τότε δὴ τῶν πολλῶν ἀνεθέντες πόνων καὶ τῇ γῇ τὰς κεφαλὰς προσερείσαντες ἐδεόμεθα τοῦ θεοῦ μετὰ δακρύων στῆναι ἡμῖν ποτε τὰ κακὰ καὶ μηκέτι χώραν λαβεῖν καθ' ἡμῶν τοιούτων ὀχληρῶν ἐπίτασιν, ὧν καὶ ἡ ἀκοὴ μόνη μετήγετο διὰ πείρας ἐλθεῖν· 77.9 παντὸς γὰρ ἀλγεινοῦ φύσιν ἐκβέβηκεν. 77.10 ἀλλὰ ταῦτα ἡμεῖς οἱ πρὸς τὴν καταλλαγὴν τηρούμενοι καὶ οἱ μεθ' ἡμῶν λαχόντες τῶν λοιπῶν αἰχμαλώτων κατὰ τὴν Τρίπολιν. 78.1 Οἱ δέ γ' ἐν Κρήτῃ ἐξ ἡμῶν διαιρεθέντες ἐν ταῖς ἄλλαις ναυσὶ ταῖς ἀφ' ἑκάστου τόπου διεσπάρησαν καθ' ὅλης τῆς παραλίας Συρίας· 78.2 οὓς καὶ ὠνούμενοι πολλοὶ τῶν ἐμπόρων καὶ πάλιν μεταπιπράσκοντες κατὰ διαφόρους τόπους ἐν ἀλλήλοις μέχρι καὶ νῦν αὐτοὺς ἀνταμείβουσιν, ὡς καὶ αὐτὴν φθάσαι τὴν Αἰθιοπίαν τινὰς ἐξ αὐτῶν καὶ τοὺς τὴν ἀκροτάτην μεσημβρίαν κατοικοῦντας βαρβάρους. 78.3 ὧν εἰ θελήσοι τις τὰς συμφορὰς ἀναγράφεσθαι, ὅμοιος εἶναι δόξει τῷ τὴν παραλίαν ψάμμον ἐκμετρεῖν εἰκαίως τοπάσαντι. 78.4 πάντως γὰρ καὶ αὐτός, φιλομαθέστατε ἀνδρῶν, εἴπερ ἐνέτυχές τισιν ἐξ αὐτῶν, ἔν τε τῇ ∆αμασκῷ καὶ ταῖς περὶ αὐτὴν πόλεσιν (ἐνέτυχες γάρ, οἶδα, πολλοῖς ἐκεῖσε διὰ τὸ πάσας τὰς Τυρίας νῆας τοῖς μέρεσιν ἐκείνοις τοὺς αἰχμαλώτους αὐτῶν διασπεῖραι), ἔγνως ἐκ τῶν πολλῶν ὀλίγα τινὰ ἤδη τῶν καθ' ἡμᾶς παθημάτων. 78.5 ἐῶ γὰρ λέγειν ὅτι καὶ ἡμῶν ἡ περὶ τὴν Τρίπολιν διαγωγή, ὁπότε διερχομένῳ σοι ἐκεῖθεν κατ' ἀρχὰς μικρὸν ἀνεγνωρίσθημεν, ἱκανῶς σε περὶ τούτων πεπληροφόρηκε, καὶ σιωπώντων ἡμῶν τὰ πράγματα παριστῶσα καὶ τὴν ὀδύνην τῶν ψυχῶν ταῖς μορφαῖς ἐξελέγχουσα. 78.6 ἐξ οὗ δὴ καὶ αὐτὸς συμπαθήσας τότε καὶ ἐν τούτῳ κοινωνήσας ἡμῖν τοῦ πάθους ἐν τῷ περὶ πολλοῦ ποιήσασθαι μαθεῖν τὴν περὶ τούτων ἀκολουθίαν, ἔκδηλος ἐγένου τῇ λύπῃ πληγεὶς καὶ πέρα τοῦ μετρίου τὴν καρδίαν ὀδυνηθείς. 78.7 πλὴν οὕτω ταῖς πολλαῖς καὶ ἀπείροις ἐκείναις τῶν πειρασμῶν ταλαιπωρήσαντες καταιγίσι, καὶ οὐδὲν κρεῖττον οὐδ' ἐν αὐτῇ τῇ Τριπόλει, παρ' ὅσον ἐν αὐτῇ διετρίψαμεν χρόνον, γενόμενοι, ἀλλὰ μόνον ὅσον τὸ κατ' ἐμὲ καὶ μοχθηροτέροις τισὶν ὁμιλήσαντες (ἐκεῖσε γὰρ ἐγὼ καὶ τοῦ καλοῦ πατρὸς ἀπωρφανίσθην, καθάπερ ἄλλην ἀρχὴν τῶν δεινῶν τὴν ἐκείνου στέρησιν ἐφευράμενος), ὅμως μετὰ τὴν σὴν ἀναχώρησιν, οὐ μετὰ πολὺν χρόνον, προστάξει τοῦ τυράννου πάντες ὁμοῦ τῇ προτέρᾳ πάλιν βληθέντες νηῒ μετὰ καί τινων διακομιζόντων ἡμᾶς βαρβάρων ταύτην δὴ τὴν φρουρὰν τῆς Ταρσοῦ κατελάβομεν· 78.8 καὶ νῦν ἐσμὲν ἐν μεθορίῳ δύο πραγμάτων ἐλπιζομένων, ἢ τοῦ τυχεῖν τῆς πάλαι θρυλλουμένης διὰ τῆς σωτηρίου καταλλαγῆς ἀπολυτρώσεως, ἢ τῷ θανάτῳ παραπεμφθῆναι καθ' ἑκάστην ἐφεστῶτι ταῖς συχναῖς ἀρρωστίαις καὶ ἄλλως τοῖς ἐν τῇ φρουρᾷ πλησίον συνῳκισμένῳ. 78.9 πλὴν οὐκ ἔχομεν ἀσφαλῶς γινώσκειν ὁποτέρῳ τούτων προτέρῳ διαλαχεῖν. 79.1 Ἐγὼ δὲ τὴν ἐπιταγὴν ἤδη πεπλήρωκα,