1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

40

τὴν ἐπὶ τῇ ἀναγορεύσει τῆς πόλεως τελετὴν ζεύξας ταῦρον μετὰ δαμάλεως περιῆλθε τὸ τεῖχος, τὸν μὲν ἄρρενα ἐπὶ τὴν τοῦ πεδίου πλευρὰν ζεύξας, τὴν δὲ θήλειαν ἐπὶ τὸ τῆς πόλεως μέρος, ὥστε τοὺς μὲν ἄρρενας τοῖς ἔξω γίνεσθαι φοβερούς, τὰς δὲ θηλείας τοῖς ἔνδον γονίμους· καὶ λαβὼν βῶλον ἐκ τῶν ἔξω τῆς πόλεως μερῶν σὺν καὶ ταῖς πρὸς τῶν ἄλλων ἐπικομιζομέναις ἐπὶ τὴν πόλιν ἠκόντιζε, ταύτῃ οἰωνισάμενος, διὰ παντὸς αὐτὴν ἐκ τῆς τῶν ἔξωθεν ἐπαυξηθῆναι συνδόσεως, καὶ μετ' ὀλίγα. πολλῶν δὲ ξένων συνελθόντων ἐν αὐτῇ, οἱ τοῦ Ῥωμύλου λογάδες τὴν ἡμίσειαν τῆς ἑαυτῶν κτήσεως τοῖς ἐπήλυσι παρεχώρησαν, οἰκῆσαι τὴν Ῥώμην αὐτοὺς πείσαντες· οὓς ὁ Ῥω μύλος πατρικίους πρώτους ἀνηγόρευσε διὰ τὸ εὐπατρίδας γενέσθαι, καὶ τὴν ἑαυτῶν περιουσίαν τοῖς ξένοις ὑπὲρ τῆς πατρίδος ἐπιδοῦναι. Ἰλία, ἡ τοῦ Ῥωμύλου μήτηρ. 4.74 Ὅτι πρὸς τοὺς ἀντιλέγοντας τῇ προνοίᾳ καὶ μεμφομένους τουτοισὶ τοῖς ζωϋφίοις, ἀκρίσι λέγω καὶ ἐρυσίβαις καὶ ὡς οὐ προσηκόντως φαίνονται παρηγμένα, φησὶν ὁ Ἀπολλώνιος, ὅτι γελοῖόν ἐστιν ἐγκαλεῖν τῇ προνοίᾳ, μᾶλλον δὲ καταγέλαστον, εἰ ψύλλαι γεγόνασι καὶ κόρεις· ἔδει γὰρ ἵνα μὴ ψύλλαι γένωνται ζῶον μηδ' ὅλως γενέσθαι, μηδ' ἵνα κόρεις ἀνθρώπους· ἐπειδὴ ἐκ μὲν τῆς ἀνθρώπου πρὸς ἔνια τῶν ξύλων παρατρίψεως κόρεις γίνονται, ἐκ δὲ παντὸς οὔρου ψύλλαι, μυῖαι δὲ ἐξ ἀποπάτου ἢ καὶ ἄλλης θερμῆς ὑγρασίας. 4.75 Ῥώμη Φλῶρα καὶ ἡ Κωνσταντίνου πόλις ἤγουν Ἄνθουσα. 4.76 Μάϊος. Οὐ μικρὰν ἐν ἀριθμοῖς ἐδείκνυμεν τὴν τῆς τετράδος δύναμιν, ἣν ἄν τις καὶ τετρακτὺν καὶ πυραμίδα καλέσοι· τετρακτὺν μὲν κατὰ τὸν τῶν στοιχείων ὅρον, πυραμίδα δὲ κατὰ τὸν ἐν θεωρίᾳ λόγον· ἡ γὰρ πυραμὶς ὑπὸ τεσσάρων βασέων καὶ τεσσάρων γωνιῶν μόνη περιεχομένη, καὶ πρώτη τριχῆ διαστάτη κατὰ τὸ στοιχειωδέστατον τοῦ τριγώνου ἐπίπεδον, ὡς ὁ Πλά των ἐν Τιμαίῳ φησίν, ἐμφερῆ τὴν συνεκτικὴν τοῦ παντὸς ἐνδείκνυται τάξιν. λείπεται ὁ πέμπτος, Μάϊον δὲ αὐτὸν οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ δέ, ὡς πολλάκις εἰρήκαμεν, ὁ τῆς πεντάδος ἀριθμὸς τῶν θειοτέρων κατὰ τὸν Ἡσίοδον κεχώρισται, εἰκὸς ἦν αὐτὸν τοῖς κατοιχομένοις ἀπονεμηθῆναι. ἡ γὰρ πεντὰς τῇ αἰσθητῇ φύσει ἀνάκειται, σφαῖρα γάρ ἐστιν· ὁσάκις γὰρ ἂν τὸν πέντε πολυπλασιάσῃ τις ἀριθμόν, εἰς ἑαυτὸν ἀποκαταστήσεται· καὶ γὰρ ὁ πέντε παρεπόμενος τοῖς ἐν πλήθει ἀριθμοῖς εἰς τὴν αὐτὴν καὶ πολυπλασιαζόμενος καταλήγει ποσότητα. καὶ ἄλλως δὲ φαίνεται φυσικήν τινα δύναμιν ἐν ἑαυτῷ ὁ πέντε περιλαβὼν ἀριθμός· τῶν γὰρ ἐν γενέσει ἐξ ἀρτίου καὶ περιττοῦ συνεστώτων, αὐτὸς εἶναι τοιοῦτος πέφυκεν ἐκ τριάδος καὶ δυάδος συναγόμενος. ταύτῃ γοῦν ταῖς τῶν προγόνων τιμαῖς οἱ Ῥωμαῖοι τὸν πέμπτον ἀνέφερον μῆνα, τῷ μὲν ἀρτίῳ τοὺς κατοιχομένους τιμῶντες, τῷ δὲ περιττῷ τοὺς ἔτι σωζομένους· μετὰ γὰρ θεοὺς οὐχ ἥττονα τιμὴν τοῖς ἑαυτῶν προγόνοις εἰσέφερον οἱ πάλαι· μαίορες δὲ τοὺς προγόνους πατρίως καλοῦντες Μάϊον τὸν μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν. οἱ δὲ ἀπὸ τῆς Μαίας τῆς Ἄτλαντος τῆς Ἑρμοῦ μητρὸς ἀξιοῦντες ὀνομασθῆναι τὸν Μάϊον πρὸς ἕτερον βλέποντες οὕτω φασίν, ἀλλὰ μὴν καὶ διὰ τὸ ἱερὸν αὐτῆς, ὅτι κατὰ τοῦτον τὸν μῆνα ἱερωθῆναι λέγεται. περὶ δὲ αὐτῆς ὁ Πρόκλος φησὶν οὕτως· «ἡ Μαῖά ἐστιν ἡ τὰ ἐν ἀφανεῖ κεκρυμμένα εἰς τὸ ἐμφανὲς προάγουσα παραπλησίως ταῖς τῇδε μαίαις, Ἑρμῆς δὲ ἐκείνης παῖς ὁ λόγος ἥκων διὰ πάντων, ὃς τὴν ἐν τῷ ἀφανεῖ τῶν ὄντων περιοχὴν ἐν διαστάσει καὶ προνοίᾳ λόγων ἀϊδίως πρώτως ἐξέφηνεν, εἱρμὸν καὶ συνέχειαν καὶ ἀλληλουχίαν ποιήσας ὡς ἐκφαντικὸς τῶν παρ' ἡμῖν τῆς ψυχῆς ἀδήλων παθημάτων.» ὁ δὲ Ἀκυλῖνος ἐν τῷ ὑπομνήματι τῶν ἀριθμῶν οὕτω φησίν· «ἡ Μαῖα ἀντὶ τῆς εἰς τοὐμφανὲς προόδου ἐστὶ, κυρίου μὲν τοῦ λόγου τοῦ διὰ πάντων πεφυκότος διατακτικοῦ τῶν ὄντων, διὸ δὴ καὶ