καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο. Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τῷ Ῥουσελίῳ προσέδραμε καὶ παρὰ τούτῳ διῆγε κατασχεθείς τε πρὸς αὐτοῦ ἐτηρεῖτο, τὸν μὲν Ῥουσέλιον φαρμάκῳ ἀναιρεῖ, παρὰ δὲ τῶν ἐπιτηδείων τοῦ Ῥουσελίου τῷ Βοτανειάτῃ προσαχθεὶς φρουρεῖται ἐν τῇ νήσῳ Πρώτῃ. Τῶν δὲ περὶ αὐτὸν εἰδότων ἀκριβῶς ὡς, εἰ μόνον ἴδοι αὐτόν, συμπαθείας τε τεύξεται καὶ εἰς τὸ τὰ κοινὰ διοικεῖν προσληφθήσεται ὡς πολύπειρος, ἀμβλύτερον πρὸς ταῦτα τοῦ βασιλέως ἔχοντος, ὅπερ μὴ συμφέρον αὑτοῖς οἱ περὶ τὸν βασιλέα λογιζόμενοι-ἔσεσθαι γὰρ αὐτὸν σκόλοπα ἑαυτοῖς ὑπελάμβανον ἀποστείλαντες τὸν μέγαν ἑταιρειάρχην τὸν Στραβορωμανὸν ἀναιροῦσιν αὐτόν, παρὰ μὲν τοῦ βασιλέως προστεταγμένον ὂν περὶ τῶν τῇ βασιλείᾳ διαφερόντων χρημάτων πυθέσθαι μόνον αὐτοῦ καὶ μὴ περαιτέρω ἐνοχλῆσαι αὐτόν. Ὁ δὲ ἅμα τῷ ἀφικέσθαι δεσμεῖ τε αὐτὸν καὶ ἐτάζει σφοδρῶς· ὃς δὴ καὶ ἐν τῷ ἐτάζεσθαι ἀφῆκε τὴν ψυχήν. Καίτοι γε ὑπισχνεῖτο, εἰ μὴ ἐτασθείη, ὁμολογῆσαι ταῦτα καὶ ἀναδοῦναι· ἀλλ', ὅπερ ἔφην, οὐ τοσοῦτον ἔμελεν αὐτοῖς τῶν βασιλικῶν θησαυρῶν, ὅσον ποιῆσαι αὐτὸν ἐκποδὼν πρὸ τοῦ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ. Καὶ τὰ μὲν κατὰ τὴν ἀναίρεσιν τοῦ λογοθέτου τοιοῦτον ἔσχε τέλος.