ἀποκρίσεις ποιεῖν. ἐν Χριστῷ γὰρ θαῤῥοῦμεν τῷ ἀθανάτῳ Θεῷ, ὡς, εἰ μὴ τῆς χώρας ἀπέλθοιτε, καὶ ἄκοντες παρ' ἡμῶν ταύτης ἀπελαθήσεσθε. οἶμαι γάρ σε μὴ λεληθέναι τὸ τοῦ σοῦ πταῖσμα πατρὸς Ἴγγορος, ὅστε τὰς ἐνόρκους σπονδὰς παρὰ φαῦλον θέμενος, σὺν μεγάλῳ κινήματι καὶ μυρίοις σκάφεσι κατὰ τῆς βασιλευούσης ἐκπλεύσας, μόλις σὺν δέκα λέμβοις ἐς τὸν Κιμμέριον ἀφίκετο Βόσπορον, αὐτάγγελος τῶν οἰκείων γεγονὼς συμφορῶν. καὶ παρίημι τὸν αὖθις οἴκτιστον μόρον ἐκείνου, παρὰ τοὺς Γερμανοὺς ἐκστρατεύσαντος, καὶ πρὸς ἐκείνων ληφθέντος, καὶ φυτῶν στελέχεσι προσδεθέντος, καὶ εἰς δύο διαμερισθέντος τμήματα. καὶ σὲ γοῦν οὐκ οἶμαι πρὸς τὴν σὴν ἐπαναζεῦξαι πατρίδα, εἴ γε τὴν Ῥωμαϊκὴν παντευχίαν κατὰ σοῦ χωρεῖν ἀναγκάσειας, ἀλλ' αὐτόθι διαφθαρήσεσθαι πανσυδεὶ, ὡς μηδὲ πυρφόρον ἐς Σκυθίαν ἀφικέσθαι, τὰς κατασχούσας ὑμᾶς ἀπευκταίους ἀπαγγελοῦντα τύχας. ὁ δὲ Σφενδοσλάβος, ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσι σχετλιάσας, τῇ τε βαρβαρικῇ μανίᾳ καὶ ἀπονοίᾳ παραφερόμενος, ἀντέλεξε τοιαῦτα· οὐδεμίαν ἀνάγκην τὸν αὐτοκράτορα Ῥωμαίων ὡς ἡμᾶς ἀφικέσθαι ὁρῶ κατεπείγουσαν· διὸ μὴ κάμῃ, μέχρι τῆσδε τῆς γῆς ἀφικόμενος· αὐτοὶ γὰρ ὅσον οὔπω πρὸ τῶν τοῦ Βυζαντίου πυλῶν πηξόμεθα τὰς σκηνὰς, καὶ καρτερὸν χάρακα ταύτῃ περιβαλοῦμεν, ἐξιόντα τε τοῦτον, εἴ γε καὶ καρτερήσει πρὸς τοσούτων πόνων διαγωνί 107 σασθαι, γενναίως ὑποδεξόμεθα, διδάξομέν τε τοῖς ἔργοις αὐτοῖς, ὡς οὐ βάναυσοί τινες ἀποχειροβίωτοι, ἀλλ' αἱμάτων ἄνδρες τυγχάνομεν, τοῖς ὅπλοις τὸ δυσμενὲς καταγωνιζόμενοι· εἰ καὶ αὐτὸς ἐξ ἀγνοίας κατὰ τὰ σκιατραφοῦντα γύναια τὴν Ῥωσσικὴν ἡγεῖται ἀλκὴν, καὶ, ὥς τινα νήπια ὑπομάζια μορμολυκείοις τισὶ, ταύταις ταῖς ἀπειλαῖς ἡμᾶς πειρᾶται δεδίττεσθαι. ιαʹ. Τούτων τῶν ἀπονενοημένων τοῦ ἐκεῖθεν λόγων ὁ βασιλεὺς διενηχηθεὶς, ἔγνω, μὴ διαμέλλειν, ἀλλὰ πάσῃ σπουδῇ τὰ ἐς τὸν πόλεμον ἐξαρτύεσθαι, ὡς ἂν προτερήσοι τὴν πρὸς ἐκεῖνον ἄφιξιν, ἐπιτειχίσοι τε τούτῳ τὴν κατὰ τῆς βασιλευούσης ἐπίθεσιν. εὐθὺς οὖν ἴλην γενναίων καὶ νεανικῶν ἀνδρῶν ἐκλεξάμενος, ἀθανάτους τε τούτους κατονομάσας, περὶ αὑτὸν εἶναι διεκελεύσατο. ἐντεῦθεν τὸν Μάγιστρον Βάρδαν, ᾧ Σκληρὸς ἡ ἐπίκλησις, ὁμαίμονα τῆς ἀποιχομένης Μαρίας, τῆς τοῦ τοιούτου βασιλέως συνεύνου, τυγχάνοντα, δραστήριον ἄνδρα καὶ τὴν ἀλκὴν γενναιότατον· καὶ τὸν Πατρίκιον Πέτρον, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου στρατοπεδάρχην προχειρισθέντα διά τε τὴν προσοῦσαν αὐτῷ ἀρετὴν, καὶ τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα (λέγεται γάρ ποτε Σκυθῶν τὴν Θρᾴκην καταδραμόντων, ἐπεὶ ἐξ ἀντιπάλου τὸν Πέτρον, καίτοι τομίαν ὄντα , μετὰ τοῦ συνεπομένου στίφους ξυνέβαινεν αὐτοῖς ἀντιτάττεσθαι, τὸν τῶν Σκυθῶν ἀγὸν, πελώριον ἄνδρα, καὶ ἐς τὸ ἀσφαλὲς τεθωρακισμένον, παρὰ τὸ μεταίχμιον ἐξιππάσασθαι, κοντὸν ἐπιμήκη κραδαίνοντα, προσκαλεῖσθαί τε τὸν βεβουλημένον αὑτῷ ἀντιτάττε 108 σθαι· τὸν δὲ Πέτρον, ἀλκῆς καὶ μένους παρ' ὑπόνοιαν ὑποπλησθέντα, τὸν ἵππον τε σφοδρῶς κεντρίσαι τοῖς μύωψι, καὶ τὸ δόρυ κραταιῶς διαγκυλησάμενον, ἀμφοτέραις ὦσαι κατὰ τοῦ στέρνου τὸν Σκύθην· οὕτω δὲ γενέσθαι τὴν ἀντέρεισιν καρτερὰν, ὡς ἀντιτορῆσαι, καὶ διαμπερὲς κατὰ τὸ μετάφρενον διαπτῆναι, μὴ ἀντισχόντα τὸν ἀλυσιδωτὸν θώρακα, ἀλλ' ἄναυδον τὸν πελώριον ἐκεῖνον προσαραχθῆναι τῇ γῇ· καὶ τούτῳ τῷ καινῷ καὶ ξένῳ θεάματι καταπλαγῆναί τε τοὺς Σκύθας, καὶ πρὸς φυγὴν ἀπιδεῖν)· τούτοις τοῖς στρατηγοῖς παρήγγειλεν ὁ βασιλεὺς, τὰς δυνάμεις ἀνειληφότας ἐπὶ τὴν ὅμορον καὶ ἀγχιτέρμονα τῆς Μυσίας διαβαίνειν· ἐκεῖ τε διαχειμάζειν, καὶ γυμνάζειν τὴν στρατιὰν, καὶ τὸν χῶρον περιέπειν, ὡς μή τις εἴη τούτῳ