τὴν παρεμβολὴν κατακλείσαντες, καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι, ὥστε καί τινες τῶν Σαρακηνῶν καταβάντες τῶν ἵππων, καὶ πολλοὺς τῶν στρατιωτῶν τραχηλοκοπήσαντες, τὰς κεφαλὰς τούτων εἰς ἔνδειγμα τῆς νίκης πρὸς τὸ Χάλεπ ἀπέστειλαν. τότε τοίνυν κἀγὼ οὐ τοσοῦτον ἀπέ 113 γνων τὴν ἐμαυτοῦ σωτηρίαν, ὅσον τὴν τῶν Ῥωμαίων κατέγνων δειλίαν ἢ ἀπειροκαλίαν ἢ ταπεινότητα· τοσαύτης γὰρ γενομένης καταφορᾶς καὶ ἥττης τῶν Ῥωμαίων πρὸ τῆς παρεμβολῆς, οὐδεὶς τῶν λοιπῶν λόχων καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ πάντες, ἔνδον καθήμενοι ἕκαστος τὸ οἰκεῖον ἔργον ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενος διεπράττετο, καὶ κίνησις ψυχῆς οὐδ' ἀγωνία τούτους τὸ παράπαν ἐξώρμησεν. Ὁ δὲ βασιλεὺς ἔνδον τοῦ κάστρου τοῦτο μεμαθηκώς, μετὰ πολλῆς τῆς ἀνίας ἐκεῖθεν ἐπανελθὼν πρὸς τὸν χάρακα μετὰ τῶν συνόντων αὐτῷ Καππαδοκῶν, πολλὴν καὶ αὐτὸς τὴν ἀβελτηρίαν κατέγνω τούτων καὶ τῶν Ῥωμαίων ὁμοῦ. διὸ καὶ ἡ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ πεζὸν ἅπαν τῶν Ἀρμενίων, ἐπιταχθὲν διανυκτερεύειν περὶ τὴν τάφρον ἐν προτειχίσματι, ἀποστασίαν ἐσκόπησε, μὴ πειθαρχῆσαν τοῖς λέγουσι. καὶ ἡ μὲν νὺξ ἐκείνη δριμεῖά τις καὶ βαρεῖα τοῖς Ῥωμαίοις διατετέλεστο· οὔπω δ' ἡμέρα προῄει, καὶ οἱ πολέμιοι τὸν χάρακα πανστρατιᾷ περιέζωσαν. μεμαθηκὼς γὰρ ὁ τοῦ Χάλεπ ἄρχων τὸ προγεγονὸς προτέρημα παρὰ τῆς μοίρας αὐτοῦ, μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς. καὶ οἱ μὲν οὕτω περιιππεύοντες ἡμᾶς καὶ θηριωδῶς ἐκφοβοῦντες ταῖς βαρβαρικαῖς ὑλακαῖς οὐ διέλιπον· ὁ δὲ βασιλεὺς ἐντὸς τῆς σκηνῆς διαγράφων 114 τὸν πόλεμον, περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος (ἐνίστατο δὲ εἰκοστὴ τοῦ νοεμβρίου μηνὸς ἰνδικτιῶνος ζʹ), βοῆς βυκίνων ἢ σαλπίγγων μὴ προενηχησάσης αὐτοῦ τὴν πρόοδον. ἀρθέντων δὲ τῶν σημείων, καὶ τῆς στρατιᾶς κατὰ λόχους συντεταγμένως ἐξιούσης, ἤρξαντο οἱ πολέμιοι περὶ μέρος ἓν, καθ' ὃ τοὺς Ῥωμαίους εἶδον ἐλαύνοντας κατὰ φάλαγγας, καὶ αὐτοὶ συναθροίζεσθαι. καὶ ὁ ἀγὼν ὅσος, καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα, ταῖς ψυχαῖς ἐναπέστακτο. ὅμως δ' οὖν ἐνυάλιον ἀλαλαξάντων τῶν κατὰ μέτωπον προασπιζόντων ἐν τῇ συμβολῇ, πολλοὺς τῶν πολεμίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο διαχειρισάμενοι. τοῦ δὲ λοιποῦ πλήθους τῶν Ῥωμαίων ἐξορμήσαντος κατ' αὐτῶν φυγὴ τούτων ἀνυπόστατος γίνεται. οἱ δὲ κατόπιν τῶν φευγόντων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. τῆς δὲ διώξεως μέχρι πολλοῦ μὲν γενομένης, μεγάλης οἱ Ῥωμαῖοι νίκης καὶ αὐχήματος ἐξηστόχησαν. τῶν γὰρ Ἀραβικῶν ἵππων ταχυδρομεῖν εἰδότων ἄχρι τινός, μηδ' εὐψυχούντων δ' ἐπὶ πολλοῦ διαστήματος, ὅταν οἱ Ῥωμαῖοι τὴν ἀτονίαν ἐκείνων οἰκείαν εὐτονίαν ἢ εὐτυχίαν ποιήσασθαι ἔμελλον, τότε τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἐπιστρέψαντες τὴν νίκην ἀμβλεῖαν ἑαυτοῖς ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀποτροπῇ. Οὕτως εἶδον ἐγὼ τοὺς νῦν Ῥωμαίους μήτε καιρὸν ἁρ 115 πάσαι δεδυνημένους μήτε λόχους καθίσαι, μήτε πολέμῳ δριμεῖ κρῖναι τὸ πᾶν εὐθυφρονοῦντας, μήτε δυνάμεις τῶν ἐναντιουμένων αὐτοῖς διακρίναντας, ἀλλ' ἑνὶ κανόνι χρωμένους πρὸς ἅπαντας, τούς τε δυνατωτάτους τῶν ἐναντίων καὶ τοὺς γλίσχρως καὶ ἡγεμονικῶς εἴτ' οὖν τοπαρχικῶς ἔχοντας. τί γὰρ ἦν τότε δέος πρὸς τὸν τοῦ Χάλεπ ἡγεμόνα εἰς τὸ μὴ διώκειν αὐτὸν ἀκρατῶς μετὰ τὴν τροπήν, ὀπισθοφυλακοῦντος τοῦ βασιλέως μετὰ τῆς λοιπῆς τοῦ στρατοῦ μοίρας, καὶ κατόπιν ἐπιτρέπειν τὴν παρεμβολὴν ἕπεσθαι μέχρις ὅτου καὶ τῷ Χάλεπ ἐπέστησαν καὶ τοὺς ἔνδον τῷ φόβῳ κατέσεισαν καὶ τὴν πόλιν αὐτῶν παρεστήσαντο, τοὺς πλείους τῶν στρατιωτῶν ἐν τῇ φυγῇ κατακόψαντες. καθὼς γὰρ καὶ ὕστερον μεμαθήκαμεν, ὅτι καὶ αὐτοὶ οἱ τοῦ Χάλεπ καραδοκοῦντες ἦσαν ἐφ' ᾧ τὴν πόλιν αὐτῶν ὁμολογίᾳ καὶ