θερμὸς μέν ἐστιν, ὡς ἴσμεν, οὐ μέντοι πῦρ αὐτενέργητον, ἐξάπτεται δὲ κινηθείς. ἐπεὶ οὖν τοιαύτη ἡ τοῦ ὑπεκκαύματος φύσις ἐστί, κινεῖται δὲ διὰ τὴν συμπεριφορὰν τοῦ παντός, κατ' ἔνια τῶν μορίων, ἔνθα δὴ ἐπιτηδεία ὕλη ὑπόκειται, ἴσχει τὴν ἔξαψιν· ἀλλ' ἡμέρας <μὲν> οὐ φαίνεται, τοῦ ἡλίου διὰ τὴν ὑπερβάλλουσαν τῶν ἀκτίνων μαρμαρυγὴν τὰ τοῦ ὑπεκκαύματος ἀμαυροῦντος πυρσά, νυκτὸς δὲ διάδηλος δείκνυται. ἐπειδὰν οὖν τι μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν ἐξαφθῇ, τοῦτο δὴ τὸ ἐξημμένον εὐθὺς φέρεται· φερόμενον δέ, εἰ μὲν μὴ ἐντύχῃ ἑτέραις οὐσίαις ἐπιτηδείαις εἰς ἔξαψιν, θᾶττον ἐναποσβέννυται, εἰ δὲ ἐντύχῃ, κατὰ μετάδοσιν ἀπ' ἄλλης εἰς ἄλλην τῆς φλογὸς φερομένης, εἶτα κατὰ σχῆμα δόρατος ἀπομηκυνθείσης, ᾗ μὲν διαδόσιμον τὸ πῦρ γίνεται, ὥσπερ ἁλλόμενον, διᾴττων ὠνόμασται· ᾗ δὲ κατ' ἰθυτένειαν ἀπλατῆ φέρεται, δοκὶς κέκληται. οὔτε δὲ εὐθεῖά ἐστιν αὐτῷ ἡ φορὰ πρὸς τὸ κάταντες οὔτε μὴν ἀνωφερὴς κατὰ τὴν τοῦ πυρὸς φύσιν, πλαγία δὲ καὶ ὡς ἐπίπαν λοξή· πέφυκε γὰρ ἡ ῥοπὴ τοῦ πυρὸς ἀνωφερής. ὁ δὲ διᾴττων ἄνωθεν πρὸς τὸ κάταντες βιαζόμενος, καθὸ μὲν τυραννεῖται πρὸς τὴν παρὰ φύσιν κίνησιν, ἐπὶ τὸ κάτω χωρεῖ· καθὸ δὲ τῆς οἰκείας οὐκ ἐπιλέλησται φύσεως, τῆς ἄνω φορᾶς ἐφίεται· ταλαντευόμενος δὲ ἑκατέρωθεν καὶ παρὰ μέρος νικῶν καὶ νικώμενος πλάγιος φέρεται. Οὗτος οὖν ὁ διᾴττων καὶ δοκίας, ἂν εἰς παχὺ νέφος ἀποτελευτήσῃ κωλῦον αὐτοῦ τὴν πάροδον, ἐκεῖσε ἐνίσχεται· ὃ δὴ νέφος κατὰ πᾶν ἐξαπτόμενον αἴξ τε καὶ κομήτης λέγεται· ἀποσπινθηρίζων γὰρ κατὰ κύκλον δοκεῖ κόμην τινὰ ἔχειν καθειμένην καὶ οἷά τισι μαλλοῖς κατὰ τὰς αἶγας βρίθεσθαι. οὗτος δὲ ὁ κομήτης ἐνίοτε καὶ πολυήμερός ἐστιν, ἀρκούσης τῆς ὑποκειμένης αὐτῷ οὐσίας εἰς χρονίαν ἔξαψιν. δοκεῖ δὲ ἀστὴρ εἶναι κυρίως, ὅτε καὶ μάλιστα κατὰ κάθετον ἀληθῆ ὑπέλθῃ ἀστέρα, ὃς δή, ὅταν ὀφθῇ, σύμβολον τοῖς ἀστρολόγοις γίνεται ἐκπυρώσεως· ὅθεν ἀνομβρίας τε καταμαντεύονται καὶ πυρετοὺς προμηνύουσιν. ὁ δὲ λόγος τούτου οὐκ ἀστρολογικός, ἀλλὰ φυσικός· οἱ γὰρ κομῆται τότε κατὰ πλῆθος ὁρῶνται, ὅταν πολλὴ ᾖ ἡ καπνώδης ἀναθυμίασις, ἥτις ξηροτέρα τοῦ δέοντος οὖσα ἀντικειμένως ἔχει πρὸς τὴν ὑγράν· ἀπὸ γοῦν τοῦ ταύτην πληθύνειν ἐκείνην ὑστερεῖν ἀστρολογικῶς τερατεύονται. καὶ ταῦτα μὲν οὕτω κατὰ κεφαλαιώδεις ἐπιτομάς. Ὁ δὲ κεραυνὸς πῇ μὲν κατ' ἐκπυρηνισμὸν γίνεται, πῇ δὲ κατὰ σύγκρουσιν τῶν νεφῶν. ἐκπυρηνίζεται δέ τι, ὅταν κατὰ συμπίεσιν ἀκοντίζηται, ὥσπερ ἡμεῖς τὰ τῶν ἐλαιῶν ὀστᾶ τοῖς δακτύλοις συμπιέζοντες ἢ ἄνω ἢ κάτω ἐξακοντίζομεν. ὁπόταν οὖν πυρώδης οὐσία ἐμπέσῃ τοῖς νέφεσιν, εἰ μὲν μὴ παχὺ ᾖ τὸ περιέχον, πρὸς τὸν οἰκεῖον χῶρον αὖθις ἀποκαθίσταται· εἰ δὲ ἡ τοῦ νέφους παχύτης ἄνωθεν καὶ μάλιστα πυκνωθεῖσα τὸ πυρῶδες τοῦτο σπέρμα κωλύσειεν ἀναφέρεσθαι, τοῦτο δὴ συμπιεζόμενον καὶ οἷον ὑπὸ τοῦ νέφους ὠθούμενον κάτω ῥιπτεῖται. Ὃ δή, εἰ μὲν μόνον ἐξενεχθῇ ἄτερ νεφώδους σώματος, ἀστραπὴ κέκληται· εἰ δὲ καὶ τὸ νέφος ἀμφιασάμενον καταρραγῇ, τυφὼν ἐπωνόμασται, ἀπὸ τοῦ τύπτειν τὴν ἐπωνυμίαν λαβών· ὃ δὴ καὶ προσπῖπτον σώμασι καὶ πλήττει καὶ μελαίνει, πῇ δὲ καὶ διχοτομεῖ. εἰ δέ, πρὶν ἢ τοῦ νέφους ἐκραγῇ, κυκλούμενον ἐκπέσῃ καὶ ἑλιττόμενον, ἐκνεφίας λέγεται. οὗτος δὲ ὁ ἐκνεφίας καὶ μετὰ τὴν <ἀπὸ> τοῦ νέφους ἔκρηξιν κατὰ κύκλον καὶ περὶ τὴν γῆν εἰλεῖται καὶ πρὸς τὴν οἰκείαν αὖθις ἐπανακάμπτει ἀρχήν. ὅθεν καὶ λίθους ἐφέλκεται καὶ λέμβον ἀνασπᾷ καὶ χοῦν ἐπισύρεται, ἃ δὴ αὖθις ἐν ἄλλοις τόποις καταρρηγνύμενα ἔκπληξιν καὶ θαῦμα παρέχει τοῖς θεωμένοις· ὥσπερ δὴ καὶ ὁ ἐν Αἰγὸς ποταμοῖς καταρραγείς ποτε λίθος δεισιδαίμονας τοὺς ἐποίκους πεποίηκε. Τοιοῦτος μὲν ὁ κατ' ἐκπυρηνισμὸν κεραυνός· ὁ δ' ἕτερος ἀποτίκτεται τῶν νεφῶν πρὸς ἄλληλα συντριβομένων κἀντεῦθεν διαρρηγνυμένων· ἡ μὲν γὰρ ῥῆξις τὸν κεραυνὸν ἀπεγέννησε, τοῦ νέφους βίᾳ