αἰνίττεται ὡς μὴ συμπληρούμενον ἀπ' ἀμφοτέρων τῶν μιχθέντων, ἀλλ' ἐν τῇ συνόδῳ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεργασθέν, οὐκ αὐτῆς ἐπιδούσης ἑαυτὴν τῷ σώματι τῆς ψυχῆς, ἀλλὰ ζωὴν δευτέραν ὑποστησάσης, ἀφ' ἧς καὶ τοῦ σώματος λέγεται εἶναι τὸ ἐξ ἀμφοῖν. τῷ τοιούτῳ γοῦν μίγματι καὶ τὰ πάθη προστρίβεται ὁ φιλόσοφος, ὅπερ ὑφέστηκεν ἐκ τῆς δευτέρας ζωῆς καὶ τοῦ σώματος· τοῦτο γὰρ εἶναι καὶ τὸ ζῷον ἐν ᾧ τοῖς πάθεσιν ἡ ὕπαρξις. τὸ μὲν οὖν πάσχον τοῦτο, τὸ δὲ συμπάσχον ἡ χρωμένη τῷ σώματι ψυχή. μέλλων γὰρ διακρίνειν τὸ ζῷον καὶ τὸν ἄνθρωπον ἡδονὰς μὲν καὶ λύπας καὶ τὴν σκηνὴν τῶν παθῶν ἐν τῷ ζῴῳ τίθεται, δόξαν δὲ καὶ διάνοιαν καὶ νόησιν ἐν τῷ ἀληθινῷ ἀνθρώπῳ. καὶ τὴν μὲν κυρίως λεγομένην διάνοιαν καὶ δόξαν τῆς ψυχῆς εἶναι ἐνέργειαν, τὴν δὲ περὶ τὰ αἰσθητὰ καταγινομένην καὶ ἐξ αἰσθήσεως συνισταμένην, φαντασίαν οὖσαν, τοῦ πάσχοντος εἶναι. καὶ γὰρ διανοεῖσθαι καὶ δοξάζειν λέγομεν τὸ ζῷον ἕτερον τρόπον ἢ ὅν φαμεν αὐτὴν τὴν ψυχήν. Περὶ δὲ τοῦ ζητοῦντος ἀκριβούμενος, τὸ μὲν δὴ ζητοῦν, φησίν, ἐν ἡμῖν ἡ διάνοια, τὸ δὲ παρακολουθοῦν ὅτι ζητεῖ τὸ προσεκτικὸν μέρος τῆς ψυχῆς ἄνω καὶ κάτω φερόμενον, <ὃ> καὶ πάσαις συντάττεται ταῖς ἐν ἡμῖν ζωαῖς. 75 Ἔκθεσις τοῦ δόγματος τῶν Ὠριγενιαστῶν περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ μερικὴ τούτου ἀνατροπή Θαυμάζειν μοι ἔοικας τῶν περὶ Εὐάγριον καὶ Ὠριγένην ἀνάστασιν μὲν τῶν σωμάτων δογματισάντων, μεταμορφούντων δὲ ταῦτα εἰς ἕτερα εἴδη καὶ σχήματα. ἐζήτησας οὖν πότερον αὐτονομίᾳ λόγου χρησάμενοι τὸ τοιοῦτον ἐξήμεσαν δόγμα κατὰ τῆς ἐκκλησίας, ἢ ἀρχάς τινας ἑαυτοῖς ὑποθέμενοι κατὰ τὸ εἶδος τοῦ ἀρχικοῦ πλάσματος τὰ ἑξῆς συνεπέραναν. ἐγὼ γοῦν τοῖς βιβλίοις αὐτῶν ἐντετυχηκὼς τοιαῦτα τοῦ δόγματος αὐτῶν εὗρον τὰ καλούμενα παρ' αὐτῶν ἀξιώματα. Πρὸς τὰς δυνάμεις φασὶ τῶν ἐνιδρυμένων ψυχῶν ἐν τοῖς σώμασιν ἡ τῶν σωμάτων διοργάνωσις παρὰ τῆς φύσεως πέπλασται. τὰ μὲν γὰρ θυμικὰ τῶν ζῴων ὄνυξι καὶ ὀδοῦσιν ὥσπερ ἀμυντηρίοις ὀργάνοις εἰς ὑπηρεσίαν τοῦ θυμοῦ καθώπλισται· τὰ δ' αὖ δειλὰ καὶ ἀνάλκι<δα> ταχυτῆτι ποδῶν τῷ τῆς ψυχῆς ἐξυπηρετεῖται παθήματι· μόνος δὲ ὁ ἄνθρωπος εἰς ὑπηρεσίαν τοῦ λόγου τῷ τῶν χειρῶν κεκόσμηται σχήματι. «δεῖ γάρ» φησὶ καὶ Ἀριστοτέλης «τὴν μὲν τέχνην τοῖς ὀργάνοις χρῆσθαι, τὴν δὲ ψυχὴν τῷ σώματι.» καὶ οὐ τῷ τυχόντι σώματι ἡ τυχοῦσα ψυχὴ χρήσεται, ἀλλ' ἀνάγκη πᾶσα πρὸς τὴν ἰδιότητα τῶν τῆς ψυχῆς ἐνεργειῶν καὶ τὸ δεξόμενον τὰς ἐνεργείας αὐτῆς σῶμα διασκευάζεσθαι. εἰ τοίνυν, φασί, καταλλήλως ταῖς ἐνεργείαις τῶν ἐν τῷ κόσμῳ λογικῶν οὐσιῶν ἡ τοῦ κόσμου τοῦδε σύστασις γέγονεν (ἐνεργοῦσι δὲ δηλονότι ταῦτα ὧν καὶ τὴν ὄρεξιν ἔχουσιν), εἴ τις ἄρα ἐπινοηθείη βίος ἕτερος ταῖς ἐνταῦθα νῦν διαιτωμέναις λοξαῖς οὔσαις, τῆς ὀρέξεως αὐτῶν ἐφ' ἑκάτερα δηλονότι τραπείσης, ἀνάγκη πάντως πρὸς τὴν τῶν ὀρέξεων αὐτῶν καὶ ἐνεργειῶν μετάστασιν καὶ τὴν τὰς ἐνεργείας αὐτῶν δεξαμένην τῶν σωμάτων φύσιν συμμεταβάλλεσθαι. ἀπὸ τῆς τοιαύτης γοῦν ὑποθέσεως ἧς φθάσαντες εἰρήκαμεν τὸ ὅλον ἀσέβημα συνεπέραναν. Ἔστι δὲ παντάπασιν ἀλόγιστος ἡ τοιαύτη δυσσέβεια. εἰ γὰρ ταῖς διαφόροις ζωαῖς ἡμῶν δοίημεν τὰ ὄργανα μεταπλάττεσθαι, πῶς ἐν αὐτῷ τῷ 76 χρόνῳ ᾧ ζῆν παρὰ θεοῦ τετάγμεθα, διαφόρων ἡμῖν γινομένων καταστάσεων τῆς ψυχῆς, οὐ πρὸς ἕκαστον εἶδος καὶ τὸ ὑποβεβλημένον τῇ ψυχῇ σωματικὸν ὄργανον μετηλλοίωται; ἀλλ' ὁ αὐτὸς φιλόσοφος τῷ αὐτῷ χρῆται σώματι, νῦν μὲν τὰς πρακτικὰς ἀρετὰς μετιών, νῦν δὲ καθαιρόμενος, νῦν δὲ ἀναβαίνων εἰς θεωρίαν καὶ αὖθις ὑπὲρ νοῦν γεγονὼς καὶ