καὶ τὸ ἐπὶ πᾶσι χρῶμα ταὐτό, ὧν οὐδὲν ἐκεῖνον ἐκινήσατο ἢ ὑπηγάγετο; τὸ δὲ μηδέποτε μηδὲ τοῖς θειοτέροις τῶν λόγων προσομιλεῖν μηδέ τι ἀνελίξαι δελτάριον, τοῦτο οὐ πόρρω τῶν προτέρων ἐγκλημάτων ἐστίν. ἀλλ' ἐγὼ μετὰ τῶν χαρακτήρων καὶ ταῦτα τίθεμαι. Οὐδὲν γοῦν τῶν καθ' ἡμᾶς ᾔδει δογμάτων οὐδ' ὅ τι σέβοι ἠπίστατο. οὐσίας γε μὴν καὶ προσώπων πολλοῦ ἄρα αὐτῷ ἔδει εἰδέναι διαφοράν, φύσεως δὲ πέρι καὶ ὑποστάσεως οὐδὲ διειλέχθη ποτὲ οὐδέ τι τῶν περὶ ταῦτα βιβλίων ἀνέπτυξεν οὐδὲ τῶν σοφωτέρων ἐπύθετο. εἰ δέ τις ἠκρίβου ταῦτα, ἀπέρριπτό τε καὶ καταπεφρόνητο καὶ ἐξῶστο τοῦ βήματος. συνοδικοῖς κανόσιν ἢ πατρικαῖς διατάξεσιν οὐδ' εἶδέ τις αὐτὸν προσωμιληκότα ποτέ. ἀλλ' εὐθὺς κατὰ τὸ περίορθρον ἄλλος ἐπ' ἄλλῳ ἐψόφει τὴν αὔλειον καὶ ἐφεξῆς πάντες εἰσῄεσαν, ὁ ἀνθοβάφος, ὁ τῶν ποικίλων δημιουργός, ὁ ἀρωματοφόρος, ὁ μετεωρίζων τὸ ὕδωρ, ὁ τὸν μυλίτην λίθον ῥᾳδίως κινῶν, ὁ τὰς πυραμίδας κατασκευάζων, ὁ χρυσογνώμων, ὁ τὰς λίθους εἰδώς. καὶ ἄλλος ἄλλο τι φέρων ἐδείκνυ, ὁ μὲν κύπελλον τῆς διαφανοῦς ὑέλου καὶ πολυτίμου, ὁ δὲ Θηρίκλειον μετὰ τῶν καινῶν ὀνομάτων καὶ τῆς πολυτελείας τῶν λέξεων, ὁ δὲ κογχύλιον ἢ ἀσσάριον ἢ ἀργυροῦν κόττυφον ἢ χρυσοῦν μελαγκόρυφον, ἰδίας ἱέντα φωνὰς ὑπὸ μηχανικοῦ πνεύματος, ὁ δὲ περιφερὲς ἄρωμα στίγμασι καθηλωμένον χρυσοῖς, ὁ δὲ ἀδάμαντα ἢ λυχνίτην ἢ ἄνθρακα καὶ ἄλλος μαργαρίτας, ἢ τοὺς ἀκριβῶς ἐσφαιρωμένους καὶ λευκοτάτους ἢ τοὺς κατὰ κῶνον διεσχηματισμένους. καὶ ἐτέρπετο τῶν μὲν τῷ κάλλει, τῶν δὲ τῷ σχήματι, τῶν δὲ τῇ μηχανῇ. ἀστρολόγοι δή τινες ἐπὶ τούτοις καὶ μάντεις, τῶν οὐδὲν μὲν εἰδότων οὐδ' ὅ τι μαντείας εἶδος ἐπισταμένων, πιστευομένων δὲ ἄλλως οὐκ ἀπὸ τῆς τέχνης, ἀλλ' ἀπὸ τοῦ ἔθνους, ὅτι ὁ μὲν Ἰλλυριός, ὁ δὲ Πέρσης· καὶ οὗτος μὲν τὰς ὑποκειμένας τῇ τέχνῃ ὕλας ἐπίσταται, τὸ βδέλλιον καὶ τὸ τάρροθος καὶ τὸν κουράλιον λίθον καὶ τὸ ἀνδροφόνον ξίφος, ὁ δὲ ὅ τι τὸ περὶ τὸν ὦμον ὀστοῦν ἀκριβῶς κατοπτεύει. ἅπερ εἴ γε μανθάνειν ἐβούλετο, ἤρκεσεν ἂν αὐτῷ ἀντ' ἄλλης τινὸς γλώττης ἡ περὶ τὴν τοιαύτην πραγματείαν ἀγυρτεία τοῦ Πορφυρίου· ἀλλ' ὅτι ἐν διφθέραις ταῦτα ἐγέγραπτο ἢ ἐν εἰληταρίοις τισίν, ἃ δὴ κεφαλίδας βιβλίων ἔνιοί φασιν, ἀπεπτύετό τε καὶ ἀπεπέμπετο. Ὥσπερ δὲ τἆλλα εἰδὼς ἃ νόμος εἰδέναι <κωλύεται>, καὶ τὰς μεταβολὰς τῶν ὑλῶν περιῄει ζητῶν καὶ δεινὸν ἐποιεῖτο, εἰ μὴ τὸν μὲν χαλκὸν ἄργυρον, τὸν δὲ ἄργυρον χρυσὸν ἀπεργάσαιτο. ἐνταῦθα τοίνυν μόνον Ζώσιμοί τε αὐτῷ ἐσπουδάζοντο καὶ Θεόφραστοι καὶ ἡ κατ' ἐνέργειαν ἐζητεῖτο ἔκδοσις· οὕτω γὰρ ἐπιγέγραπται τὰ βιβλία. καὶ τὴν Ἰωνικὴν χάριν κατόπιν τιθεὶς τὴν Ἀβδηριτικὴν πραγματείαν καὶ ∆ημοκρίτειον ἐτίθετο περὶ πλείονος. καὶ ἔργον αὐτῷ οὐδὲν ἢ τὰ τῆς ἀσημοποιΐας συνθήματα. ὁ γοῦν κεχυμένος ἄργυρος καὶ ἡ σανδαράχη καὶ ἡ Μαγνησία λίθος καὶ τὰ πυρίμαχα σώματα, τό τε κόμμι καὶ τὸ ῥεφάνινον ἔλαιον, ὀνόματα ἐκείνῳ λαμπρὰ καὶ ὑπέρσεμνα ἀντὶ τῶν πρώτων θεωρημάτων, ἀντὶ συλλογισμῶν, ἀντὶ ἀποδείξεων. τὰ μὲν οὖν ἐβάπτετο, τὰ δὲ μετεβάλλετο, τὰ δὲ ἐζητεῖτο· τίς μὲν ἡ τοῦ χαλκοῦ ἐξίωσις; τίς δὲ ἡ τοῦ σιδήρου μάλαξις καὶ ἡ τοῦ μολύβδου ἀρρεύστωσις καὶ ἡ τοῦ καττιτέρου ἀτρίστωσις; τί δὲ τὸ γέλεβ; πῶς δὲ ἡ ξάνθωσις; καὶ πάντα μὲν συνεκινεῖτο, ἀπετελεῖτο δ' οὐδέν, ἀλλ' ἦν ὁ σίδηρος αὖθις σίδηρος καὶ ὁ χαλκὸς χρυσὸς ἄχρι τοῦ χρώματος· οὐ γὰρ ᾔδει τοὺς λόγους οὐδὲ ἐσταθμοῦτο. Ἀλλὰ τί μοι περὶ τούτων; ἃ πάλαι καὶ αὐτὸς εἰδὼς ἢ μόνος ἢ παρὰ τοὺς ἄλλου ὡς φλυαρίαν ἀπέπτυσα. πλὴν τοῦτο μέμψιν αὐτῷ ἴσως ἔχει, οὐδαμῶς δ' ἐπαχθείη ὡς ἔγκλημα. ὅτι δὲ τὸν χρυσὸν παρὰ τοὺς καθεστηκότας νόμους εἰργάζετο κεκρυμμένως καὶ ὑπὸ σκότῳ, τοῦτο πῶς οὐκ ἂν ἀπογραφείη ταῖς δημοσίαις κύρβεσι; καὶ τίς ἀνὴρ περὶ ταῦτα πραγματευόμενος δημοσίων ἀδικημάτων <οὐκ> εἰκότως γράψαιτο; οὐ γὰρ ἐκ