λόγου συνοψίσας εὐθήρατόν τι σύνταγμα πεποίηκα τῶν νόμων. Πρῶτον δ' ἑρμηνευτέον σοι πόσα τοῦ νόμου μέρη. τὸ μὲν γὰρ τούτου Κώδικες οὕτως ὠνομασμένον, πτυχίον δωδεκάβιβλον, ὅ φασι ∆ιατάξεις· ἔχει δὲ τοῦτο, δέσποτα, δόγματα βασιλέων ἀντιγραφάς τε νομικὰς καὶ δικῶν ἀποφάσεις. Τὸ δὲ καλοῦσι ∆ίγεστα, Ῥωμαϊκὴ δ' ἡ κλῆσις, ὑπάρχει δὲ τὸ ∆ίγεστα Ἑλληνικῶς Πανδέκτης, ὅτι καὶ νόμων πέφυκε παντοδαπῶν δοχεῖον καὶ πλεῖστοι συνεγράψαντο τοὺς νόμους τοῦ Πανδέκτου. τῶν δὲ ∆ιγέστων, δέσποτα, παντοδαπὰ τὰ μέρη. τὰ μὲν γὰρ πρῶτα λέγουσι περὶ συναλλαγμάτων, τετράβιβλος δ' ἡ σύνταξις, κλῆσις πρῶτα τῶν πρώτων. τὸ μετὰ ταῦτα πέφυκεν ἑπτάβιβλον πτυχίον, Ῥωμαϊκῶς λεγόμενον οὕτω, διουδικίης, ἦτοι τῶν περὶ κρίσεων, εἴ τις ἐξελληνίζει. τὸ τρίτον δὲ συνάθροισμα, καλεῖται δὲ δε ῥέβους, ὀκτάβιβλόν τι σύνταγμα χωρητικὸν πραγμάτων. τέταρτος τόπος πέφυκε τῶν νομικῶν ∆ιγέστων καθαπερεί τις ὀμφαλὸς τῶν ὅλων συνταγμάτων, ὀκτάβιβλον τὸν ἀριθμόν, νόμων πολλῶν δοχεῖον. τὸ πέμπτον δ' ἐννεάβιβλον, ἐκ μέρους δ' ὠνομάσθη περὶ διαθηκῶν, φησίν, ἔχει δ' ἄλλα μυρία. τὸ δ' ἕκτον ἔχει, δέσποτα, δύο βιβλία μόνα· σοφῶς δὲ διαλέγεται περὶ βαθμῶν ποικίλων, διαλαμβάνει τε σαφῶς περὶ κληρονομίας, τῶν Ὀρφιτίου μέμνηται καὶ Τερτουλίου νόμων, ἄλλην τε πλείστην σύνταξιν τῶν νόμων περιέχει. τὸ δ' ἕβδομον καὶ ὕστατον νόμιμον τῶν ∆ιγέστων περὶ ἐπερωτήσεων ἀσφαλεστάτων λέγει, καὶ συμπληροῖ τὸ σύνταγμα δύο βιβλία μόνα· καὶ μετὰ τοῦτο πέφυκε δύο φρικτὰ βιβλία τὴν αὐστηρίαν ἔχοντα τῶν ποινῶν ἐγκειμένην. μετὰ δὲ τὴν ἑπτάτομον ταύτην τομὴν τῶν νόμων σύνταξις ἄλλη πέφυκε νομίμων διαφόρων πληροῦσα τὰ πεντήκοντα βιβλία τῶν ∆ιγέστων. Πρὸς τούτοις μέρος πέφυκεν αἱ Νεαραὶ συντάξεις. Εἶτα συνοπτικώτατον τοῦ Λέοντος βιβλίον, τὸ πᾶν ἑξηκοντάβιβλον, πάντας τοὺς νόμους ἔχον, τοὺς Κώδικας, τὰ ∆ίγεστα, τὰς Νεαρὰς συντόμως, τὰ σύμφυλα καὶ σύμπνοα τῶν διαφόρων νόμων διευκρινοῦν, ὑποτιτλοῦν οἰκείως καὶ γνησίως· ἀλλ' ἔστι δυσερμήνευτον, ἀλλ' ἀσαφὲς ἐσχάτως. Ἔστι καὶ μέρος ἕτερον, οἷον πυλὶς τῶν νόμων, ὡς εἰσαγωγικώτερον τῶν ἄλλων δεδειγμένον, τῶν νόμων ἔχον ἅπασαν τὴν γενεαλογίαν, ἢ μᾶλλον οὕτως εἴποιμι, τὴν ἀρχαιογονίαν· ἡ κλῆσις Ἰνστιτούτια τούτῳ δὴ τῷ βιβλίῳ. Πολλοὶ δὲ συλλεξάμενοι τὰς ἀγωγὰς ἰδίᾳ σύνταγμα συνετάξαντο ἄξιον εὐφημίας. τὴν φύσιν γὰρ τῶν ἀγωγῶν ἑκάστης ἑρμηνεύει καὶ πάντα τὰ ζητήματα καὶ πάσας ὑποθέσεις εἰς τὴν οἰκείαν ἀγωγὴν πανσόφως ἀναφέρει. τοῦτο καὶ μόνον πέφυκε φιλόσοφον τῶν νόμων, κἂν εἴ τις ἀκριβώσαιτο τοῦτο δὴ τὸ βιβλίον, οὗτος ὁ νομικώτατος νομομαθὴς τυγχάνει. Ἕτεροι πάλιν, δέσποτα, τὰς ῥοπὰς καὶ τοὺς χρόνους τοὺς νομικοὺς συνέταξαν εἰς βραχύ τι βιβλίον· Ῥοπὰς δ' ἐκ μέρους λέγουσιν, ἔχει γὰρ καὶ τοὺς χρόνους. Ὁ δέ γε περιεκτικὸς τούτων ἁπάντων νόμος κοινὴ συνθήκη πέφυκε πάσης τῆς πολιτείας, πλημμελημάτων κώλυσις τῶν κατὰ γνῶσιν πλέον, δικαιοσύνης χορηγός, δόγμα συνετωτέρων. δικαιοσύνη δέ ἐστι σταθηροτάτη γνώμη τοῖς πᾶσι διανέμουσα τὸ κατ' ἀξίαν μέτρον. τὸ νόμιμον δὲ πέφυκε δικαιοσύνης μέρος· αὕτη γὰρ καὶ τὸ φυσικὸν ἄλλο τι μέρος ἔχει, τὸ κατὰ τὴν συνείδησιν κρειττόνων καὶ χειρόνων· τὸ γὰρ λοιπὸν τὸ φυσικὸν τρίτον τοῦ νόμου μέρος. τὸ μὲν γὰρ τούτων φυσικόν, τὸ δ' ἐθνικὸν τυγχάνει, τὸ δὲ πολιτικώτερον καὶ μερικώτερόν πως. τὸ μὲν γὰρ περὶ φυσικῶν πραγμάτων δογματίζον, συλλήψεως, γεννήσεως, σχέσεως, συναφείας, αὐτοῦ ψιλοῦ τοῦ πράγματος, οὐ τοῦδε καὶ τοιοῦδε, νόμιμον γενικῶς ἐστι, φυσικὸν δ' ἐπὶ μέρους. τὸ βλέπον δ' εἰς συμβόλαια, φύσεις συναλλαγμάτων, πάντων εἰπεῖν τῶν καθ' ἡμᾶς κοινῶν πολιτευμάτων, νόμιμον ἐθνικόν ἐστιν· οὐχὶ τὸ βαρβαρῶδες, τὸ γὰρ τοῦ ἔθνους ὄνομα νομικῶς εἰρημένον γενῶν συλληπτικόν ἐστι νόμοις ὑποκειμένων. πολιτικὸν δὲ νόμιμον τοπικὸν καὶ χρειῶδες· ὃ