1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

40

δυνατὸς καὶ πάντα μετ' εὐκολίας ποιεῖ, ὅσα καὶ βούλεται, καὶ οὐδεὶς ἱκανὸς ἀνατρέψαι τὰ αὐτῷ δοκοῦντα. 12, 17 διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. 122 ἀλλὰ καὶ τοὺς ἐπὶ βουλῇ μέγα φρονοῦντας λάφυρον λαμβάνει τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τοὺς δοκοῦντας εἶναι διακριτικοὺς ῥᾳδίως ἐξίστησι τῆς οἰκείας βουλῆς ἢ καὶ τοὺς ἄρχοντας τῆς ἑαυτῶν καθέδρας, ὥστε γνῶναι ὅτι οὐδέν εἰσιν. 12, 18 καθιζάνων βασιλεῖς ἐπὶ θρόνου καὶ περιζωννύων ζωνὴν ὀσφύας αὐτῶν. ἀλλὰ καὶ αὕτη τοῦ θεοῦ ἐξουσία τὸ μηδένα χωρὶς αὐτοῦ βασιλεύειν. 12, 19 ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους. εἰ δὲ καὶ θελήσει, φησίν, καὶ αὐτοὺς ἐτάσαι τοὺς ὀφείλοντας καθαρωτάτους εἶναι, λάφυρον αὐτοὺς ἀποδείξει πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν. 12, 19 δυνάστας δὲ γῆς κατέστρεψεν. καὶ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. 12, διαλλάσσων χείλη πιστῶν. ὁ Θεοδοτίων παρατρέχων χείλη ἀπλανῶν ἐκδέδωκεν. ἀλλὰ καὶ τῶν δοκούντων, φησίν, ἀπλανεστάτων τὰς βουλὰς εἰς τοὐναντίον μεθίστησιν. 12, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. ὁ Σύμμαχος _κ_α_ὶ_ _ἐ_π_ι_σ_τ_ή_μ_η_ν_ _γ_ε_ρ_ό_ν_τ_ω_ν_ _ἀ_φ_α_ι_ρ_ῶ_ν ἐκδέδωκεν, καὶ κατὰ μὲν τοῦτον δοκεῖ λέγειν· καὶ τῶν ἐκ τοῦ χρόνου τι προσλαβόντων τὴν δοκοῦσαν σύνεσιν ῥᾳδίως ἀνατρέπει. κατὰ δὲ τοὺς Ἑβδομήκοντα τὸ σύνεσιν πρεσβυτέρων ἔγνω 123 ἀντὶ τοῦ· οὐδὲν αὐτὸν διαλανθάνει, καὶ δύναται ἀπ' ἀρχῆς γνοὺς τῶν συνετῶν τὰς κινήσεις ταύτας ἀνατρέπειν ὡς μηδὲ εἰς ἔργον ἐκβαίνειν. 12, 21 ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. ταῦτα μάλιστα τὸν θεὸν δείκνυσι θαυμαστὸν τὰ παρὰ προσδοκίαν τοῖς ἀνθρώποις ἀπαντῶντα. 12, 22 ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. πρὸς μὲν ῥητὸν ὁ καὶ τὰ πᾶσιν ἄδηλα, φησίν, φανεροποιῶν καὶ τοὺς ἐν κινδύνοις καὶ πλησίον ὄντας θανάτου διασῴζων. σκιὰν δὲ θανάτου τὸν κίνδυνόν φησιν, ὅτι ὥσπερ ἡ σκιὰ προτρέχει τοῦ σώματος ἐγγυτάτη αὐτῷ οὖσα, οὕτως καὶ ὁ κίνδυνος τοῦ θανάτου πλησίον αὐτοῦ τυγχάνων. πρὸς δὲ διάνοιαν ἔοικε προφητικῶς τὴν τοῦ κυρίου παρουσίαν προκαταγγέλλειν, ὃς εἶπε τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλύφθητε, καὶ ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. 12, 23 πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά. τοῦτο ἐποίησε τοῖς Ἰσραηλίταις τοὺς μὲν ἐξελθόντας ἐξ Αἰγύπτου καὶ ἀπειθήσαντας πλανήσας, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, τοὺς δὲ τούτων υἱοὺς καθοδηγήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας. 12, 2425 διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ, ᾗ οὐκ ᾔδεισαν· ψηλαφήσαισαν σκότος καὶ οὐ φῶς, πλανηθείησαν δὲ 124 ὥσπερ ὁ μεθύων. τὸ διαλλάσσων πάλιν ἀντὶ τοῦ παρατρέπων· τὸ δὲ ψηλαφήσαισαν καὶ πλανηθείησαν οὐκ εὐκτικῶς λέγει, ἀλλὰ τὸ συμβαῖνόν φησιν. ὅμοιον δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται· ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 13, 12 ἰδοὺ ταῦτα τεθεώρηκέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. ταῦτα, φησίν, καὶ αὐτὸς πείρᾳ ἔγνων καὶ λεγόντων ἑτέρων ἤκουσα, καὶ οὐδὲν ὑμῶν εἰμι περὶ ταῦτα ἀσυνετώτερος. 13, 34 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς ἐπὶ τοῦ δικαίου κριτοῦ καὶ τοῦ τῶν ψυχῶν ἰατροῦ βούλεται τὰ καθ' ἑαυτὸν ἐξετασθῆναι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, ὡς τῶν φίλων καὶ σφαλλομένων καὶ ἀντὶ θεραπείας φαρμάκων καὶ λόγων παρακλήσεως ἐπιτριβόντων αὐτῷ τὰ τραύματα; τὸ δὲ ἐλέγξω ἐναντίον αὐτοῦ, ἐὰν βούληται ἐάν, φησίν, ὁ θεὸς ἐπιτρέψῃ μοι, αὐτοῦ δικάζοντος ἐλέγξω ὑμᾶς ψευδομένους. βλέπε ἀγάπης ῥήματα καὶ πεποιθήσεως τῆς εἰς τὸν θεόν, ὅτι διττὰ καὶ ἀντίδικον καὶ δικαστὴν καὶ μάρτυρα τῶν καθ' ἑαυτὸν ποιεῖται τὸν θεόν, οὐ πρὸς αὐτὸν δικαιολογούμενος, ἀλλὰ τοὺς φίλους ἐλέγχων. 13, 5 εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. γένοιτο ὑμῖν ἐλθεῖν τοιαύτην σύνεσιν ὥστε σιωπῆσαι, καὶ διὰ τῆς σιωπῆς νομισθήσεσθε εἶναι σοφοί. 125 13, 6 ἀκούσατε