ἀληθείας ὄψεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι, τῷ ἐπικεκαλύφθαι ἢ πε 20.32.285 παχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας. κατανοοῦντες δὲ τί τὸ κυρίως πιστεύειν καθ' ὃ «Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός «ἐστιν, ἐκ τοῦ θεοῦ γεγέννηται», καὶ αἰσθανόμενοι ὅσῳ τοῦ οὕτως πιστεύειν ἀπολειπόμεθα, ταῦτα ἀποκρινώμεθα, παρακαλοῦντες τὸν τῶν τῆς ψυχῆς ὄψεων ἰατρὸν τῇ ἑαυτοῦ σοφίᾳ καὶ φιλανθρωπίᾳ πάντα ποιῆσαι τὰ ὑπὲρ τοῦ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν, ἔτι κεκαλυμμένους ὑπὸ τῆς διὰ τὴν κακίαν ἀτιμίας ἡμῶν, κατὰ τὸ εἰρημένον που· «Ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν»· ἐπακούσεται γὰρ ἡμῶν ὁμολογούντων τὰ αἴτια τοῦ μηδέπω ἡμᾶς πιστεύειν, καὶ ὡς κακῶς ἔχουσιν καὶ χρῄζουσιν ἰατροῦ βοηθῶν συνεργήσει πρὸς τὸ χωρῆσαι ἡμᾶς τὸ εἰς τὸ πιστεύειν χάρισμα, τρίτον παρὰ τῷ Παύλῳ ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τεταγμένον μετὰ τὸν τῆς σοφίας λόγον καὶ τὸν τῆς συνέσεως λόγον, οἷς ἐπιφέρει· «Ἑτέρῳ πίστις ἐν «τῷ αὐτῷ πνεύματι»· περὶ οὗ χαρίσματος καὶ ἐν ἄλλοις φησίν· «Ὅτι «ἀπὸ θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ 20.32.286 «καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογ μάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι· τοῦτο γὰρ ἤδη καὶ δοκίμου τραπεζίτου ἔργον τυγχάνει, ὃν τέλειον ὀνο μάζων οὐκ ἂν ἁμάρτοις, ἅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους γεγραμμένου τοῦ «Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθη «τήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ». 20.33.n Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 20.33.287 ∆οκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιΐαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ 20.33.288 ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς. συναρ πάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον «τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον «ἐρχόμενον εἰς τὸν κόσμον», οὐ τῷ εἶναι [καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα «θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ»), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ <φῶς τὸ> ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ' ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ' ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας 20.33.289 πράγματα. οἱ <δὲ> μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται θεοῦ, οὐδὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας 20.33.290 χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· «Ἀββᾶ, ὁ πατήρ». ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ «Ἤμεθα τέκνα φύσει ὀργῆς» [ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ «Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπήσατε» τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων 20.33.291 «ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς». εἰ γὰρ Παῦλος «φύσει ὀργῆς υἱός», τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ 20.33.292 γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ; καὶ εἰ