καὶ τῇ ψυχῇ τῇ ὑφισταμένῃ τῶν ἐν αὐτῷ πάντων οὐσιώδεις λόγους· πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν, ὅ ἐστι πρώτως, τοῦτο τῷ γινομένῳ δευτέρως ἐνδίδωσι. τῶν νοερῶν ἄρα εἰδῶν ψυχὴ δευτέρως ἔχει τὰς ἐμφάσεις. 195 Πᾶσα ψυχὴ πάντα ἐστὶ τὰ πράγματα, παραδειγμα τικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. μέση γὰρ οὖσα τῶν ἀμερίστων καὶ τῶν περὶ τὸ σῶμα μεριστῶν, τὰ μὲν παράγει καὶ ὑφίστησι, τὰ δὲ αἴτια προεστή σατο ἑαυτῆς, ἀφ' ὧν προελήλυθεν. ὧν μὲν οὖν αἰτία προ ϋπάρχει, ταῦτα προείληφε παραδειγματικῶς· ἀφ' ὧν δὲ ὑπέστη, ταῦτα κατὰ μέθεξιν ἔχει καὶ ὡς γεννήματα τῶν πρώτων. τὰ μὲν ἄρα αἰσθητὰ πάντα κατ' αἰτίαν προείληφε, καὶ τοὺς λόγους τῶν ἐνύλων ἀΰλως καὶ τῶν σωματικῶν ἀσωμάτως καὶ τῶν διαστατῶν ἀδιαστάτως ἔχει· τὰ δὲ νοητὰ εἰκονικῶς, καὶ τὰ εἴδη τὰ ἐκείνων μεριστῶς μὲν τῶν ἀμερίστων, πεπληθυσμένως δὲ τῶν ἑνιαίων, αὐτοκινήτως δὲ τῶν ἀκινήτων ὑπεδέξατο. πάντα ἄρα ἐστὶ τὰ ὄντα, τὰ μὲν κατὰ μέθεξιν, τὰ πρῶτα· τὰ δὲ παραδειγματικῶς, τὰ μετ' αὐτήν. 196 Πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀϊδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν καὶ ἄφθαρτον. εἰ γὰρ πᾶσα ψυχὴ κατ' οὐσίαν ἐστὶν ἀΐδιος καὶ αὐτῷ τῷ εἶναι πρώτως ψυχοῖ τι τῶν σωμάτων, ἀεὶ αὐτὸ ψυχοῖ· τὸ γὰρ εἶναι πάσης ψυχῆς ἀμετάβλητον. εἰ δὲ τοῦτο, καὶ τὸ ψυχού μενον ἀεὶ ψυχοῦται καὶ ἀεὶ μετέχει ζωῆς· τὸ δὲ ἀεὶ ζῶν πολλῷ πρότερον ἀεὶ ἔστι· τὸ δὲ ἀεὶ ὂν ἀΐδιον· τὸ ἄρα πρώτως ἔμψυχον σῶμα καὶ πρώτως ἐξημμένον [ἑκάστης] πάσης ψυχῆς ἀΐδιόν ἐστιν. ἀλλὰ μὴν πᾶσα μεθεκτὴ ψυχὴ ὑπὸ σώματός τινος μετέχεται πρώτως, εἴπερ καὶ μεθεκτή ἐστιν, ἀλλ' οὐκ ἀμέθεκτος, καὶ αὐτῷ τῷ εἶναι ψυχοῖ τὸ μετέχον. πᾶσα ἄρα ψυχὴ μετεχομένη σώματι χρῆται πρώτῳ ἀϊδίῳ καὶ ἀγενήτῳ καὶ ἀφθάρτῳ κατὰ τὴν οὐσίαν. 197 Πᾶσα ψυχὴ οὐσία ἐστὶ ζωτικὴ καὶ γνωστική, καὶ ζωὴ οὐσιώδης καὶ γνωστική, καὶ γνῶσις ὡς οὐσία καὶ ζωή· καὶ ἅμα ἐν αὐτῇ πάντα, τὸ οὐσιῶδες, τὸ ζωτικόν, τὸ γνωστικόν, καὶ πάντα ἐν πᾶσι καὶ χωρὶς ἕκαστον. εἰ γὰρ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ σῶμα μερι ζομένων εἰδῶν, οὔτε οὕτως ἀμέριστός ἐστιν ὡς τὰ νοερὰ πάντα οὔτε οὕτω μεριστὴ ὡς τὰ σωματοειδῆ. διῃρημένων οὖν ἐν τοῖς σωματικοῖς τῶν οὐσιῶν καὶ ζωῶν καὶ γνώσεων, ἀμερίστως ἐστὶν ἐν ψυχαῖς ταῦτα καὶ ἡνωμένως καὶ ἀσωμάτως, καὶ ὁμοῦ πάντα διὰ τὴν ἀϋλίαν καὶ τὴν ἀμέρειαν· καὶ ἐν τοῖς νοεροῖς πάντων καθ' ἕνωσιν ὄντων, διακέκριται ἐν ψυχαῖς καὶ μεμέρισται. πάντα ἄρα καὶ ὁμοῦ καὶ χωρίς. εἰ δὲ ὁμοῦ καὶ ἐν ἑνὶ πάντα ἀμερεῖ, δι' ἀλλήλων πεφοίτηκε· καὶ εἰ χωρίς, διῄρηται πάλιν ἀσυγχύτως· ὥστε καὶ ἐφ' ἑαυτοῦ ἕκαστον καὶ πάντα ἐν πᾶσι. καὶ γὰρ ἐν τῇ οὐσίᾳ ἡ ζωὴ καὶ ἡ γνῶσις· εἰ γὰρ μή, οὐ γνώσεται πᾶσα ἑαυτήν, εἴπερ ἡ οὐσία ἡ ἄζως καὶ γνώσεως ἐστέρηται καθ' αὑτήν. καὶ ἐν τῇ ζωῇ ἥ τε οὐσία καὶ ἡ γνῶσις· ἡ γὰρ ἀνούσιος ζωὴ καὶ ἡ ἄνευ γνώσεως ταῖς ἐνύλοις προσήκει ζωαῖς, αἳ μήτε γινώσκειν ἑαυτὰς δύνανται μήτε οὐσίαι εἰσὶν εἰλικρινεῖς. καὶ ἡ γνῶσις ἡ ἀνούσιος καὶ ἄζως ἀνυπόστατος· πᾶσα γὰρ γνῶσις καὶ ζῶντός ἐστι καὶ οὐσίαν καθ' αὑτὸ λαχόντος. 198 Πᾶν τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον, περιόδοις μετρεῖται. διότι μὲν γὰρ χρόνου μετέχει, μέτρου καὶ ὅρου μετείληφεν ἡ κίνησις, καὶ κατ' ἀριθμὸν πορεύεται· διότι δὲ ἀεὶ κινεῖται, καὶ τὸ ἀεὶ τοῦτο οὐκ αἰώνιόν ἐστιν, ἀλλὰ χρονικόν, ἀνάγκη χρῆσθαι περιόδοις. ἡ μὲν γὰρ κίνησις μεταβολή τίς ἐστιν ἀφ' ἑτέρων εἰς ἕτερα· τὰ δὲ ὄντα ὥρισται καὶ τοῖς πλήθεσι καὶ τοῖς μεγέθεσι· τούτων δὲ ὡρισμένων, οὔτε κατ' εὐθεῖαν ἄπειρον ἡ μετάβασίς ἐστιν οὔτε τὸ ἀεὶ κινούμενον πεπερασμένως μετα βαίνειν δυνατόν. ἀπὸ τῶν αὐτῶν ἄρα ἐπὶ τὰ αὐτὰ πάλιν ἥξει τὸ ἀεὶ κινούμενον, ὥστε ποιῆσαι περίοδον. 199 Πᾶσα ψυχὴ ἐγκόσμιος περιόδοις χρῆται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσιν. εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται καὶ μεταβατικῶς ἐνεργεῖ, καὶ ἔστιν αὐτῆς ἰδία κίνησις, πᾶν δὲ τὸ κινούμενον καὶ χρόνου μετέχον, ἀΐδιον ὄν, χρῆται περιόδοις καὶ περιοδικῶς ἀνακυκλεῖται καὶ ἀποκαθίσταται ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτά, δῆλον ὅτι καὶ πᾶσα ψυχὴ ἐγκόσμιος, κίνησιν ἔχουσα καὶ ἐνεργοῦσα κατὰ χρόνον, περιόδους τε