καὶ τοὺς δύο ἐμβόλους μέχρι τοῦ φόρου κατέκαυσαν, καὶ Ἰουστινιανὸν βασιλέα ἀναθεματίζοντες ἐφύβριζον, Ὑπάτιον δὲ πατρίκιον εὐφήμησαν ἐν τῷ καθίσματι στέψαντες· ἥτις ἀνταρσία ἐπαύθη διὰ Βελισαρίου καὶ Μούνδου καὶ Ναρσῆ, ἀνελόντων τριάκοντα πέντε χιλιάδας καὶ αὐτὸν Ὑπάτιον ἐν τῷ ἱπποδρόμῳ. ἀνεκαίνισε δὲ ἐκ θεμελίων ὁ Ἰουστινιανὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν. Ἰστέον δὲ ὅτι τῷ ἑξακισχιλιοστῷ μʹ ἔτει ἀπὸ κτίσεως κοσμοῦ, ἰνδικτιῶνος ιεʹ, ὥρᾳ πρώτῃ τῆς ἡμέρας, τοῦ Φεβρυαρίου μηνὸς εἰκοστῇ γʹ, τὸν τῆς μεγίστης ἐκκλησίας ἀνοικισμὸν ἤρξατο ποιεῖν ὁ Ἰουστινιανὸς εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάρια αὐτῇ ὑπ' αὐτοῦ μελισθέντα ψάλλεσθαι "ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." ἀλλὰ 127 καὶ ἡ ὑπαπαντὴ ἔλαβε δῶρον ἑορτάζεσθαι, μὴ συναριθμουμένη πρότερον ταῖς δεσποτικαῖς ἑορταῖς. Τῷ δὲ ιδʹ ἔτει αὐτοῦ γέγονε καὶ ἡ πέμπτη σύνοδος ἡ κατὰ Σευήρου. τῷ δὲ δεκάτῳ αὐτοῦ ἔτει γέγονε τὰ πρῶτα ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας. γενομένης δὲ τῆς πέμπτης συνόδου κατὰ Σευήρου τοῦ ἀκεφάλου καὶ δυσσεβοῦς καὶ κατὰ Ὠριγένους ἐν Κωνσταντινουπόλει, Ἀπολλινάριος Ἀλεξανδρείας, ∆όμνος Ἀντιοχείας, ἐπὶ Βιγελίου πάπα Ῥώμης, κατὰ Ὠριγένους καὶ τῶν αὐτοῦ δογμάτων, ἐν οἷς ἐληρώδουν τὰς ψυχὰς προϋπαρχούσας τῶν σωμάτων, τήν τε μετεμψύχωσιν δοξάζοντες τέλος τε τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι ἐν τῇ ἀναστάσει τὰ αὐτά, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὸν παράδεισον ἀλληγο ρεῖσθαι, μὴ γεγενῆσθαι μήτε εἶναι ὑπὸ θεοῦ αἰσθητὸν παραδείσον, μηδὲ ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Τελευτησάσης δὲ Θεοδώρας τῆς αὐτοῦ γυναικὸς γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων. ἐφ' οὗ καὶ θανατικὸν γέγονεν ἐν Κωνσταντινουπόλει, ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραββάτους τῶν ἐκκλησιῶν καὶ τῶν ἐναγῶν οἴκων ἐκφέρειν αὐτούς· τοῦ δὲ βασιλέως κραββάτους ποιήσαντος χιλίους, ἐπεὶ μὴ ἐξήρκουν μηδὲ οὗτοι, ἁμάξας προσέταξε πλείστας εὐτρεπισθῆναι καὶ ἄλογα καὶ τοὺς τεθνεῶτας ἐν αὐτοῖς ἐκφέρειν. ἐκράτησε δὲ ἡ θνῆσις αὕτη 128 μῆνας δύο, Ἰούλιον καὶ Αὔγουστον. γεγόνασι δὲ βρονταὶ καὶ ἀστραπαὶ μεγάλαι καὶ φοβεραὶ σφόδρα, ὥστε πολλοὺς ὑπ' αὐτῶν κατακαῆναι. ἀλλὰ καὶ σεισμὸς μέγιστος καὶ παγκόσμιος· καὶ ἔπεσον οἶκοι καὶ ἐκκλησίαι πολλαὶ ἐν Κωνσταντινουπόλει, ὥστε πολλοὺς τελευτῆσαι· ἀλλὰ καὶ τὸ τεῖχος τῆς χρυσῆς πόρτης καὶ ἡ λόγχη ἣν κρατεῖ ὁ ἀνδριὰς τοῦ φόρου. καὶ ἐπεκρότει ἡ γῆ σειομένη ἐπὶ πολύ. ἐκ δὲ τῆς λύπης ὁ βασιλεὺς εἰς τὰ γενέθλια τοῦ Χριστοῦ καὶ εἰς τὰ ἅγια θεοφάνια ἄνευ στέμματος προῆλθε, καὶ τὰ ἐξ ἔθους ἀριστόδειπνα τοῦ δωδεκαημέρου οὐκ ἐτέλεσεν, ἀλλὰ πάντα τοῖς πτωχοῖς διένειμε. τὴν δὲ θάλασσαν ἀναρριχάναι φασὶν ἐκ τοῦ σεισμοῦ μίλια δύο, καὶ ἀπολέσθαι πλοῖα πολλὰ ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει. ἔπεσε δὲ ὁ τροῦλλος τῆς μεγάλης ἐκκλησίας, ὃν καὶ ἀνέκτισεν ὑψηλότερον καὶ κρείττονα, ποιήσας καὶ τὰ δεύτερα ἐγκαίνει τῆς αὐτῆς ἐκκλησίας φαιδρότερον καὶ λαμπρότερον. Οὗτος μαθὼν περὶ ἀρρενοφθόρων, ἐρευνήσας καὶ τούτους εὑρών, τοὺς μὲν ἐκαυλοτόμωσε, τοῖς δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων ἐκέλευσε, καὶ γυμνοὺς κατὰ τὴν ἀγορὰν θριαμβευθῆναι· ὑπῆρχον δὲ τῶν μὲν πολιτικῶν καὶ συγκλητικῶν πολλοί, τῶν δὲ ἀρχιερέων οὐκ ὀλίγοι, οἳ δεσμευθέντες οὕτως περιαγόμενοι κατὰ τὴν ἀγορὰν γυμνοὶ δεινῶς ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ 129 λοιποὶ ἐσωφρονίσθησαν· "ὀλολύζεται γάρ" φησι "πίτυς, ὅτι πέπτωκε κέδρος." Ἔστησε δὲ καὶ τὸν κίονα τὸν ἐπιλεγόμενον Αὐγουστέα, ἐπιθεὶς ἐπάνωθεν ἔφιππον τὴν αὐτοῦ στήλην, κρατοῦσαν τῇ μὲν ἀριστερᾷ χειρὶ μῆλον σφαιροειδὲς ὡς τῆς γῆς ἁπάσης αὐτοῦ κυριεύσαντος, τὴν δὲ δεξιὰν ἀνατεταμένην ἔχουσαν, καὶ οἱονεὶ πρὸς Πέρσας ἐμφαίνουσαν καὶ διακελευομένην "στῆτε, καὶ τῆς Ῥωμαίων γῆς μὴ ἐπιβῆτε." Ἀπέστειλε δὲ καὶ Βελισάριον στρατηγὸν μετὰ πλήθους ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ