40
προσαγορεύομεν, καὶ τούτους γε λειτουργοὺς ἔφησεν 4.36 εἶναι τοῦ τῶν ὅλων Θεοῦ. Ἀξιέπαινα δὲ κἀν τῇ Πολιτείᾳ ξυγ γέγραφεν· "Τοῖς γενομένοις" γάρ φησι "μὴ μόνον τὸ γενέσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν αὐτοῖς ὑπ' ἐκείνου προσεῖναι, οὐκ οὐσίας ὄντος τἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος." Οὐ γάρ τοι μόνον, φησί, κοινὸν τὸ εἶδος αὐτοῖς, καθάπερ δὴ χαλκο τύπος καὶ χρυσοχόος, ἐντέθεικεν, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῖς ἐδημιούργησέ τε καὶ δέδωκεν, οὐ τὴν αὐτὴν ἔχων αὐτὸς τοῖς γεγονόσι φύσιν· ὑπὲρ οὐσία γάρ ἐστι καὶ οὐσίας ἐπέκεινα, οὐκ ἀϊδιότητί γε μόνῃ, ἀλλὰ καὶ δυνάμει τῶν ποιημάτων ὑπέρτερος 4.37 ὤν. Σαφῶς δέ γε διὰ τούτων δεδήλωκεν, ὡς οὐκ ἐξ ὑποκειμένης ὕλης τὰ πάντα πεποίηκεν ὁ Θεός, ἀλλὰ μὴ ὄντα παρήγαγεν ὡς ἠθέλησεν. Ἀγαστὰ δὲ αὐτοῦ κἀκεῖνα καὶ θαύματος ἄξια· "Πό τερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος;" Εἶτα ἀποκρίνεται καί φησι· "Γέγονεν." Καὶ παρέχεται τὴν ἀπόδειξιν· "Ὁρατὸς γάρ" φησιν "ὤν, καὶ ἁπτός ἐστιν· ἁπτὸς δὲ ὤν, καὶ σῶμα ἔχει· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά· τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. Τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀναγκαῖον εἶναι γενέσθαι." 4.38 Ταῦτα περὶ τῶν γενητῶν εἰρηκώς, ἅπερ δεῖ φρονεῖν περὶ τοῦ πεποιηκότος, σοφώτατα ἐξεπαίδευσεν. Ἔφη γάρ· "Τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν 4.39 ὡς τὰ ἄλλα μαθήματα." ∆είκνυσι δὲ ἡμῖν καὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ πάντα δημιουργοῦντα. Ἐκ γὰρ τῆς Ἑβραίων καὶταῦτα ἐδιδάχθη γραφῆς καὶ βοᾷ λέγων· "Ἐξ οὖν λόγου καὶ δια νοίας θεοῦ πρὸς χρόνου γένεσιν, ἵνα γενήθῃ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν. Σώματα δὲ 4.40 αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς." Ἐν τούτοις δὲ ἡμᾶς ἐδίδαξεν, ὡς οὐ μόνον διὰ τοῦ Λόγου τὴν κτίσιν πεποίηκεν ὁ Θεός, ἀλλ' ὅτι καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες σώματά τέ εἰσι γενητὰ καὶ παρὰ τοῦ Θεοῦ τὸ εἶναι εἰλή φασιν. Οὐδὲν δὲ τῶν τοιούτων, καὶ κατά γε τὸν τοῦ Πλάτωνος λόγον, Θεός· εἰς χρείαν γὰρ ἀνθρώπων γεγένηνται. Καὶ τοῦτό γε ἐν ταῖς Φοινίσσαις Εὐριπίδης δεδήλωκε, λέγων ὡδί· εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ' οὐκ ἀνέξει δωμάτων ἔχειν ἴσον; 4.41 Ἀλλ' ὁ μὲν Εὐριπίδης τὸν ἥλιον καὶ τὴν σελήνην δουλεύειν ἔφη βροτοῖς· ὑμεῖς δὲ δουλεύειν τοῖς ὑμετέροις γε δούλοις ἀνέχεσθέ τε καὶ τὸ θεῖον αὐτοῖς ἀπονέμετε σέβας. Ἐγὼ δὲ αὖθις ἐπὶ τὸν Πλάτωνα μεταβήσομαι. Ἐπαινῶ γὰρ αὐτὸν καὶ περὶ τῆς 4.42 τοῦ παντὸς ξυντελείας παραπλήσια ἡμῖν λέγοντα. Εἰπὼν γάρ· "Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπεν", καὶ περί γε τοῦ οὐρανοῦ προστεθεικώς· "Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δὲ ἄριστος τῶν αἰτίων", καὶ πάλιν ἐπαγαγών· "ξυνεστήσατο οὐρα νὸν ὁρατὸν καὶ ἁπτόν", ἐπήγαγε μετ' ὀλίγα· "Χρόνος οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε 4.43 λύσις τις αὐτῶν γένηται." Κἀν τῷ Πολιτικῷ δὲ τοιαῦτα ἔφη· "Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι πάν τως τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ τῆς τοιαύτης τάξεως. Καὶ δὴ ὃν οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ πεποιηκότος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς 4.44 ἀμοίρῳ γενέσθαι διὰ παντὸς ἀδύνατον." Αὐτοῦ δὲ πάλιν καὶ ταῦτα· "Τότε δὴ τοῦ παντὸς ὁ κυβερνήτης, οἷον πηδαλίων οἴακας ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία. Πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γινόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας· ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβαλών, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν αὐτῷ