1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

40

Ἐν δὲ Φιλίπποις, καὶ Ὕψιστον αὐτὸν καὶ Θεὸν προσηγόρευσεν. "Οὗτοι γὰρ, ἔφη, οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγ γέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας." ∆ούλους δὲ τοὺς ἀποστόλους τοῦ Χριστοῦ προσηγόρευσεν, παρ' αὐτῶν τοῦτο μεμαθηκώς. Τοῦτο γὰρ τοῦ θείου Παύλου καὶ λέγοντος καὶ γράφοντος ἤκουε. "Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος·" καὶ, "Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ." Εἰ δὲ αὐτὸς ὁ τοῦ ψεύδους διδάσκαλος, καὶ Υἱὸν ὀνομάζει, καὶ Ὕψιστον, καὶ Υἱὸν τοῦ Θεοῦ, ταῖς τῆς ἀληθείας παραχωρῶν ἀστραπαῖς, νικῆ σαι ἄρα φιλονεικοῦσι τοῦ Πατρὸς τὴν προσφω νίαν κτίσμα τὸν Υἱὸν προσαγορεύειν τολμῶντες. Ὅτι δὲ καὶ οἱ θεῖοι ἄνδρες Ὕψιστον αὐτὸν ὀνομάζουσιν, ἔστιν ἀκοῦσαι Ζαχαρίου πρὸς τὸν υἱὸν ἑαυ τοῦ λέγοντος· "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ." Προεπορεύθη δὲ ὁ μέγας Ἰωάννης, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλὰ τοῦ μονο γενοῦς Υἱοῦ. Καὶ τούτου μάρτυς αὐτός· ἐρωτηθεὶς γὰρ, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, τοῦτο μὲν ἠρνήθη, ἔφη δέ· "Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου." Καὶ ὁ θεσπέσιος δὲ ∆αβὶδ πρὸς αὐτόν φησι· "Γνώ τωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Εἰ γὰρ Κύριος ὁ Υἱὸς ("Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα," κατὰ τὸν θεῖον Ἀπόστολον· καὶ, "Εἷς Κύριος, μία πίστις"), Ὕψιστος ἄρα ὁ Υἱὸς, ἐπειδήπερ καὶ Κύριος. Ἀλλὰ περὶ μὲν τούτων πολλοὺς πρὸς Ἄρειον καὶ Εὐνόμιον ἐν τοῖς πρὸς ἐκείνους διεξήλθομεν λόγους. Ἐπὶ τὴν προκειμένην τοίνυν μεταβῶμεν διδασκαλίαν, καὶ δείξωμεν, ὅτι τὸν αὐτὸν καὶ Κύριον, καὶ Μονογενῆ, καὶ τὸν Θεὸν εἶναι Λόγον, καὶ Σωτῆρα, καὶ Ἰησοῦν ἐδιδάχθημεν. Παραγάγωμεν δὲ Πέτρον εἰς μέσον, τὸν πρῶτον τάσδε τὰς προσηγορίας συμφώνως ὁμολογή σαντα. Τῶν γὰρ ἀποστόλων πρῶτος ἐρωτηθεὶς ὑπὸ τοῦ Σωτῆρος· "Ὑμεῖς δὲ, τίνα με λέγετε εἶναι; ἀπεκρίνατο· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Ὁ δὲ θεῖος Ἰωάννης ὁ εὐαγγελιστὴς, τὸν αὐτὸν καὶ Λόγον καλεῖ προαιώνιον, καὶ μονογενῆ Υἱὸν, καὶ τῶν ἁπάντων δημιουργὸν, καὶ Χριστὸν Ἰησοῦν. "Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος·" τοῦτο δὲ τοῦ ἀϊδίου δηλωτικόν· ὁ γὰρ ἐν ἀρχῇ ὢν, ἀεὶ ἦν δηλονότι. Οὐ γὰρ εἶπεν· Ἐν ἀρχῇ ἐγένετο, ἢ, Ἐν ἀρχῇ ἐκτίσθη· ἀλλ' "Ἐν ἀρχῇ ἦν." ∆ιδάσκει δὲ 83.452 καὶ τί ἦν· ἐπήγαγε γάρ· "Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Εἶτα τὸ προοίμιον ἀναλαμβάνει, καί φησιν· "Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν." Καὶ τῷ μὲν κοινῷ τοῦ ὀνόματος τὸ ὁμοούσιον ἔδειξε· τῷ δὲ φάναι Θεὸν πρὸς Θεὸν, τὸ διάφορον τῶν προσώπων ἐδήλωσε. Τοῦτον καὶ Υἱὸν μονογενῆ, καὶ Ἰησοῦν Χριστὸν πολλάκις ἐκάλεσε. Καὶ ὁ πάνσοφος δὲ Παῦλος οὕτως φησίν· "Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναικὸς, γε νόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν." Καὶ πάλιν· "Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύ ψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί." Καὶ μυρίας δὲ τοιαύτας χρήσεις ἔστιν εὑρεῖν, δι' ὧν αὐτὸν καὶ Χριστὸν ὀνο μάζουσι, καὶ ἀΐδιον Υἱὸν, καὶ τοῦ Πατρὸς συναΐδιον. Τοῦτο διδάσκων οὗτος αὐτὸς ὁ διδάσκαλος, πρῶ τον μὲν αὐτὸν τῶν αἰώνων δείκνυσι ποιητήν. "Ἐπ' ἐσχάτου γὰρ, φησὶ, τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν." Ἐπειδὴ δὲ οἱ τὰ θεῖα θεοπρεπῶς νοεῖν οὐκ ἐθέλοντες οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ· τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως καὶ τὴν θείαν ὑπο κεῖσθαι φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπει λήφασιν Υἱοῦ τὸν Πατέρα· διά τινος εἰκόνος ὁ θεῖος Ἀπόστολος ἐναργῶς ἐπιδείκνυσιν, ὅτι καὶ ἐκ τοῦ Θεοῦ καὶ σὺν Θεῷ ἐστιν ὁ μονογενὴς Υἱός. Ἀπαύ γασμα γὰρ αὐτὸν προσηγόρευσε δόξης. Τὸ γὰρ ἀπαύγασμα, καὶ ἐκ