40
πάσης τῆς πόλεως σχεδόν, καὶ εἰσὶ μὲν πολλοὶ συνθλιβόμενοι καὶ συμφθεγγόμενοι ἡμῖν, ἀλλὰ νυκτερινοὶ θεοσεβεῖς, μὴ δυνάμενοι ἐν φωτὶ παρρησιασθῆναι. Ἡμεῖς δέ, τέκνα καὶ ἀδελφοί, τῇ εἰς θεὸν πεποιθήσει καὶ τῇ τῆς ἀληθείας ἑδραιώσει αὐτῇ τε τῇ προγεγενημένῃ καὶ ἀποφανθείσῃ ἐκβάσει τοῦ δικαίου κατὰ τὰ ὑποδειχθέντα ἐν τῷ κόσμῳ εἴς τε τὸν μοιχεύσαντα καὶ τοὺς συνεργήσαντας ἀκλινεῖς ἐσμεν τῆς ἐντολῆς καὶ τῶν πατρικῶν κανόνων· καὶ οὐκ ἐνδώσομεν οὐδὲ προδώσομεν τὴν εὐσέβειαν, οὐδ' οὐ μὴν καταλύσομεν ἃ καλῶς προῳκοδομήσαμεν διὰ τῆς κατὰ τὴν ἐξορίαν ἐνστάσεως, ἵνα μὴ ἀποδειχθῶμεν παρα βάται νόμου. νόμῳ δὲ θείῳ κρατούμενοι κρατοῦμεν, ὡς προκεκρατήκαμεν, πάντα στέργοντες, πάντα ὑπομένοντες, εἴπερ καὶ παραχωρήσει θεός, ἢ τῆς ἐκείνου καὶ τῶν αὐτῷ συλλειτουργούντων μετέχοντες κοινωνίας, ἕως ἂν παύσηται ὁ καθῃρημένος τῆς ἱερουργίας. Πολλὰ οὖν βαττολογήσουσιν οἱ ἄνθρωποι, ἐμπαίξουσί τε καὶ ἐπιγελάσονται, καί γε τὸ ἐλεεινότερον, τῶν ὁμοσχήμων καὶ ὁμοταγῶν καὶ δοκούντων εἶναι φίλων οὐκ ὀλίγοι. ἀλλ' οὐδὲν ξένον· γέγραπται, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. καὶ ὅτι αὐτοὶ ἐμαστρόπησαν καὶ συνήργησαν καὶ συνέφαγον καὶ συνέπιον τῷ μοιχικῷ γάμῳ καὶ τὸν κάλαμον ἔβαψαν ἐπὶ τῇ ἐξορίᾳ ἡμῶν. ἀλλ' ὁ ἐξεγερθεὶς Κύριος τότε εἰς ἐκδίκησιν τοῦ νόμου αὐτοῦ καὶ ῥήξας μὲν τὴν τοῦ μοιχεύσαντος βασιλείαν τῇ ἐκτυφλώσει, καταισχύνας δὲ τοὺς συλλήπτορας ὡς τοὺς τοῦ Βαὰλ ἱερεῖς, ἐπισυνάγων δὲ τὴν ἡμετέραν ταπείνωσιν εἰς τὸ ἴδιον μοναστήριον παρ' ἐλπίδας, αὐτὸς καὶ νῦν πάρεστιν, αὐτός. εἰ καὶ πρὸς μικρὸν παρεχώρησεν πάλιν τὴν ἀθέμιτον συμπλοκήν, ἀλλ' αὖθις ηὐδόκησεν ἀποδοκιμασθῆναι τὴν ἐπιχαρμονὴν τῶν μοιχοζευκτῶν καὶ μοιχοφίλων Ναζιραίων διὰ τῆς τῶν εὐσεβῶν ἡμῶν βασιλέων δικαιοκρισίας, ἀποδωσάντων μετὰ θάνατον τὸν μοιχὸν τῇ νομίμῳ γαμετῇ αὐτοῦ, ἀποκαλεσάντων δὲ τὴν μαχλῶσαν μοιχαλίδα καὶ τὸ μοιχογέννητον τέκνον ἐασάντων ἄκληρον ὡς ἀθέμιτον καὶ ἀνομώτατον, ὡς ἐνυπήκοόν μοι τὸ τίμιον αὐτῶν στόμα λελάληκεν κατὰ τοὺς ῥωμαϊκοὺς νόμους. Ἀλλ' ὅμως οἱ ἀνομήσαντες οὐκ ἐγκαλύπτονται οὐδὲ ὁ κατὰ τοῦ Ἁγίου Πνεύματος δυσφημήσας ἐν τῇ κατὰ τὴν στεφανικὴν συνάφειαν ἱερᾷ προσευχῇ καταδύεται, ἀλλ' εἰσπηδήσας ὡς αἴλουρος ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πάλιν ἅλλεται καὶ πάλιν ἄρχεται μιαίνειν τὰ ἅγια διὰ τῆς ἱερουργίας, καὶ φιλονεικεῖ τὴν ἀνομίαν δικαιοσύνην γνωρίσαι καί, τὸ δὴ λεγόμενον, ἀποδεῖξαι ἑαυτὸν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ ὁσιώτερον· ἐκείνου γὰρ ἐλέγχοντος τὴν τοῦ Ἡρώδου μοιχείαν καὶ ὑπὲρ ἀληθείας θνῄσκοντος, οὗτος τὸν δεύτερον Ἡρώδην τῇ μοιχείᾳ δεδειγμένον καὶ ἐστεφάνωσεν καὶ κατησπάσατο μέχρι θανάτου, λόγοις μὲν οὔ, αὐτοῖς δὲ ἔργοις φθεγγόμενος ὡς πεπλάνηται Ἰωάννης ὁ Πρόδρομος, ἀνόμως καὶ ἀκαίρως διελέγξας καὶ ἀποθανών. Καὶ τί δὴ λέγω Ἰωάννην, τὸν μείζω πάντων ἁγίων; αὐτῷ τῷ Χριστῷ, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἀντεφθέγξατο καὶ ἀπεμαχήσατο διὰ τοῦ ἐναγοῦς αὐτοῦ στόματος· τοῦ γὰρ Χριστοῦ μοιχὸν ἀποκαλέσαντος τὸν ἀφιέντα τὴν νόμιμον γυναῖκα (μοιχεία δὲ τὸ χαλεπὸν ἁμάρτημα καὶ ἰσοδύναμον φονέως καὶ ἀρρενοφθόρου καὶ ἀλογευομένου καὶ φαρμακοῦ καὶ εἰδωλολάτρου, ὡς ὁ κανὼν τοῦ ἁγίου Βασιλείου) αὐτὸς τοῦτον τῷ θυσιαστηρίῳ παραστήσας μέσον παντὸς τοῦ λαοῦ ἐτόλμησεν ῥῆξαι τὰς ἐναγεῖς φωνὰς ἐκείνας κατὰ τοῦ Ἁγίου Πνεύματος, λέγων οὕτως (καὶ σκοπεῖτε τὸ φοβερὸν καὶ ἔκτοπον)· "4αὐτός, δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἅρμοσον τῷ δούλῳ σου τὴν δούλην σου. σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ, ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν, οἷς ηὐδόκησας συναφθῆναι ἀλλήλοις· τίμιον τὸν γάμον ἀνάδειξον, ἀμίαντον τὴν κοίτην αὐτῶν διατήρησον, ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον ἐν καθαρᾷ τῇ καρδίᾳ"5. Οὐκ ἆρα ἐφρίξατε συνιέντες; πόσον δοκεῖτε παροξυνθῆναι τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῇ βλασφημίᾳ ταύτῃ