1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

40

ἀνῃρέθησαν. πολλοὶ δὲ καὶ τοῖς Ῥωμαίοις προσέφυγον. ζʹ. καʹ. γʹ. ζʹ. ιδʹ. κηʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Θεόφιλος, ἐπίσκοπος Ἀλεξανδρείας, ἀπεβίω, καὶ Κύριλλος, ἀνεψιὸς αὐτοῦ, ἀντ' αὐτοῦ προεχειρίσθη. Τῷ δ' αὐτῷ ἔτει ἤνθει ταῖς διδασκαλίαις Ἡσύχιος, πρεσβύτερος Ἱεροσολύμων. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ηʹ. αʹ. δʹ. ηʹ. ιεʹ. αʹ. ιθʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖοι εἰς τὸ Ἰμμὸν παιδίον Χριστιανὸνσυλλαβόντες, ὡς παίζοντες δῆθεν καὶ τὸν σταυρὸν διασύροντες, τὸν αὐτὸν παῖδα ἐκρέμασαν ἐπὶ ξύλου ἀνελόντες βασάνοις. τοῦτο γνοὺς ὁ βασιλεὺς Ἰουδαίους πρεπόντως ἐκόλασεν. θʹ. βʹ. εʹ. θʹ. ιϛʹ. βʹ. κʹ. ιʹ. γʹ. ϛʹ. ιʹ. γʹ. καʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιαʹ. δʹ. ζʹ. ιαʹ. αʹ. δʹ. κβʹ. Τούτῳ τῷ ἔτει Λεοντίου τοῦ φιλοσόφου θυγατέρα Ἀθηναΐδα λεγομένην ἐβάπτισεν Ἀττικὸς καὶ Εὐδοκίαν μετωνόμασεν, ἥτις κατὰ γνώμην Πουλχερίας γημᾶται Θεοδοσίῳ, κάλλει σώματος καὶ συνέσει ψυχῆς καὶ ἐν λόγοις διαπρέπουσα. Τῷ δ' αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανός, ὁ υἱὸς Κωνσταντίου καὶ Γάλλας Πλακιδίας ἐν Ῥαβέννῃ. Κόσμου ἔτη εϠιβʹ. Τῆς θείας σαρκώσεως ἔτη υιβʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιβʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Θεόδοτος ἔτη δʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἀττικὸς ὁ ἐπίσκοπος τοὺς Ἰωαννίτας ὁρῶνἔξω τῆς ἐκκλησίας συνάγοντας, τὸ ὄνομα Ἰωάννου τοῦ Χρυσοστόμου 84 ἐν τοῖς διπτύχοις ἐν τῇ ἐκκλησίᾳ μνημονεύεσθαι προσέταξε καὶ πολλοὺς τῇ ἐκκλησίᾳ ἥνωσεν. Τῷ δ' αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανὸς ὁ μικρός, υἱὸς Κωνσταντίου, ἐν Ῥαβέννῃ, ἐξάδελφος Θεοδοσίου. Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη δʹ. ιγʹ. ϛʹ. αʹ. ιγʹ. γʹ. ϛʹ. βʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος, ὁ πατὴρ Οὐαλεντινιανοῦ, ἐβασίλευσε πρὸ ϛʹ ἰδῶν Φεβρουαρίων· καὶ ἐσφάγη πρὸ δʹ νώνων Σεπτεμβρίων. ιδʹ. ζʹ. βʹ. ιδʹ. δʹ. ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Κάλλιστος ὁ αὐγουστάλιος ἐν Ἀλεξανδρείᾳ ὑπὸ τῶν ἰδίων δούλων μηνὶ Θὼθ ιʹ. ιεʹ. ηʹ. γʹ. ιεʹ. εʹ. ηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐτελεύτησεν Ὀνώριος ὁ βασιλεὺς ἐν Ῥώμῃ τῇιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἐδηλώθη ἐν Κωνσταντινουπόλει· καὶ ἐκλείσθη ἡ πόλις ἡμέρας ζʹ. τούτου δὲ τελευτήσαντος, Ἰωάννης τις ἐκ τῶν βασιλικῶν ὑπογραφέων τὴν ἐν Ῥώμῃ βασιλείαν ἁρπάζει καὶ πρεσβείαν πρὸς Θεοδόσιον ἀποστέλλει δεχθῆναι εἰς βασιλέα δεόμενος. ὁ δὲ Θεοδόσιος τοὺς πρεσβευτὰς ἐν φρουρᾶ κατακλείσας Ἀρδαβούριον τὸν στρατηγὸν ἀποστέλλει κατ' αὐτοῦ· ὅν τινα ὁ τύραννος εἰς Ῥάβενναν χειρωσάμενος κατέκλεισεν. τοῦτο μαθὼν Θεοδόσιος Ἄσπαρα, τὸν τούτου υἱόν, ἀποστέλλει κατ' αὐτοῦ, καὶ τῇ τοῦ θεοφιλοῦς βασιλέως εὐχῇ ἄγγελος κυρίου ἐν σχήματι ποιμένος φανεὶς ὡδήγησε τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ· καὶ ἄγει αὐτοὺς διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης ἀβάτου οὔσης, ἣν ὁ θεὸς βατὴν εἰργάσατο ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν. καὶ διαβάντες διὰ ξηρᾶς, ἀνεῳγμένας τὰς πύλας τῆς πόλεως εὑρόντες, τὸν μὲν τύραννον ἀνεῖλον, τὸν δὲ Ἀρδαβούριον τῶν δεσμῶν ἀπέλυσαν. τούτου δὲ ἀναιρεθέντος, ὁ βασιλεὺς Θεοδόσιος Οὐαλεντινιανόν, τὸν υἱὸν 85 Κωνσταντίου καὶ Γάλλας Πλακιδίας, καίσαρα ποιήσας ἐπὶ τὰ ἑσπέρια ἀπέστειλε μετὰ τῆς ἰδίας μητρός, Ἡλίωνα δὲ τὸν πατρίκιον συναπέστειλεν ὡς ὀφείλοντα καταστῆσαι αὐτόν· καὶ ἐβασίλευσεν ἔτη λβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιϛʹ. θʹ. δʹ. ιϛʹ. ϛʹ. θʹ. αʹ. Τούτῳ τῷ ἔτει ἀκαταστασίαι καὶ ἀλληλοκτονίαι ἐν Ἀλεξανδρείᾳ γεγόνασι πολλαί. Τῷ δ' αὐτῷ ἔτει Θεοδόσιος διὰ Ἡλίωνος πατρικίου στέφανον βασιλικὸν ἔπεμψε τῷ Οὐαλεντινιανῷ ἐν Ῥώμῃ. Μαρουθᾶς δέ, ὁ ἐπίσκοπος Μεσοποταμίας, τὸν υἱὸν τοῦ βασιλέως Περσῶν Ἰσδιγέρδην δαιμονῶντα ἰάσατο διὰ προσευχῆς καὶ νηστείας, ὅθεν ὁ Ἰσδιγέρδης πολλὴν πληροφορίαν εἰς τὸν χριστιανισμὸν προσελάβετο. Κόσμου ἔτη εϠιζʹ. Τῆς