Τοῦ ἁγίου Ἰουστίνου Ἀπολογία ὑπὲρ Χριστιανῶν πρὸς Ἀντωνῖνον τὸν Εὐσεβῆ.
And when the Spirit of prophecy speaks as predicting things that are to come to pass, He speaks in this way: “For out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem. And He shall judge among the nations, and shall rebuke many people; and they shall beat their swords into ploughshares, and their spears into pruning-hooks: nation shall not lift up sword against nation, neither shall they learn war any more.”82 Isa. ii. 3. And that it did so come to pass, we can convince you. For from Jerusalem there went out into the world, men, twelve in number, and these illiterate, of no ability in speaking: but by the power of God they proclaimed to every race of men that they were sent by Christ to teach to all the word of God; and we who formerly used to murder one another do not only now refrain from making war upon our enemies, but also, that we may not lie nor deceive our examiners, willingly die confessing Christ. For that saying, “The tongue has sworn, but the mind is unsworn,”83 Eurip., Hipp., 608. might be imitated by us in this matter. But if the soldiers enrolled by you, and who have taken the military oath, prefer their allegiance to their own life, and parents, and country, and all kindred, though you can offer them nothing incorruptible, it were verily ridiculous if we, who earnestly long for incorruption, should not endure all things, in order to obtain what we desire from Him who is able to grant it.
[39] Ὅταν δὲ ὡς προφητεῦον τὰ μέλλοντα γίνεσθαι λαλῇ τὸ προφητικὸν πνεῦμα, οὕτως λέγει: Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἰερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν: καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ λήψονται ἔθνος ἐπὶ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. καὶ ὅτι οὕτως γέγονε, πεισθῆναι δύνασθε. ἀπὸ γὰρ Ἰερουσαλὴμ ἄνδρες δεκαδύο τὸν ἀριθμὸν ἐξῆλθον εἰς τὸν κόσμον, καὶ οὗτοι ἰδιῶται, λαλεῖν μὴ δυνάμενοι, διὰ δὲ θεοῦ δυνάμεως ἐμήνυσαν παντὶ γένει ἀνθρώπων ὡς ἀπεστάλησαν ὑπὸ τοῦ Χριστοῦ διδάξαι πάντας τὸν τοῦ θεοῦ λόγον: καὶ οἱ πάλαι ἀλληλοφόνται οὐ μόνον οὐ πολεμοῦμεν τοὺς ἐχθρούς, ἀλλ', ὑπὲρ τοῦ μηδὲ ψεύδεσθαι μηδ' ἐξαπατῆσαι τοὺς ἐξετάζοντας, ἡδέως ὁμολογοῦντες τὸν Χριστὸν ἀποθνήσκομεν. δυνατὸν γὰρ ἦν τὸ λεγόμενον Ἡ γλῶσς' ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος ποιεῖν ἡμᾶς εἰς τοῦτο. γελοῖον ἤδη πρᾶγμα, ὑμῖν μὲν τοὺς συντιθεμένους καὶ καταλεγομένους στρατιώτας καὶ πρὸ τῆς ἑαυτῶν ζωῆς καὶ γονέων καὶ πατρίδος καὶ πάντων τῶν οἰκείων τὴν ὑμετέραν ἀσπάζεσθαι ὁμολογίαν, μηδὲν ἄφθαρτον δυναμένων ὑμῶν αὐτοῖς παρασχεῖν, ἡμᾶς δέ, ἀφθαρσίας ἐρῶντας, μὴ πάνθ' ὑπομεῖναι ὑπὲρ τοῦ τὰ ποθούμενα παρὰ τοῦ δυναμένου δοῦναι λαβεῖν.