1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

41

Μαρκελλῖνος διάκονος Ἀππιανὸς διάκονος Θέων διάκονος Τιμόθεος διάκονος καὶ Τιμόθεος ἄλλος διάκονος.

74.1 Τὰ μὲν τῶν ἀπὸ τῆς πόλεως κληρικῶν γράμματά τε καὶ ὀνόματα ταῦτα, ἃ δὲ καὶ οἱ ἀπὸ τοῦ Μαρεώτου κληρικοὶ ἔγραψαν γινώσκοντες τὸν τρόπον τοῦ κατηγόρου καὶ ἐν τῇ περιοδείᾳ σὺν ἐμοὶ ὄντες ἔστι ταῦτα· 74.2ν Τῇ ἁγίᾳ συνόδῳ τῶν μακαρίων ἐπισκόπων τῆς καθολικῆς ἐκκλησίας οἱ κατὰ Μαρεώτην πάντες πρεσβύτεροι καὶ διάκονοι ἐν κυρίῳ χαίρειν. Εἰδότες τὸ γεγραμμένον, ὅτι «ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε», καὶ ὅτι «μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται», ἃ εἴδομεν, μαρτυροῦμεν, μάλιστα ὅτι ἀναγκαίαν ἡμῶν ἐποίησεν εἶναι τὴν μαρτυρίαν ἡ γενομένη συσκευὴ κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθανασίου. θαυμάζομεν γὰρ πῶς ὅλως Ἰσχύρας κἂν εἰς μέτρον τῆς ἐκκλησίας ἐμετρήθη, περὶ οὗ πρῶτον 74.3 διηγήσασθαι ἀναγκαῖον ἡγούμεθα. Ἰσχύρας οὐδέποτε λειτουργὸς τῆς ἐκκλησίας γέγονεν, ἀλλ' ἑαυτὸν μὲν πρὸ τούτου ἐφήμισε Κολλούθου πρεσβύτερον, οὐκ ἔσχε δὲ τὸν πειθόμενον αὐτῷ εἰ μὴ μόνον τοὺς συγγενεῖς ἑαυτοῦ. οὔτε γὰρ ἐκκλησίαν ἔσχε ποτὲ οὔτε ὅλως κληρικὸς ἐνομίσθη παρὰ τοῖς ὀλίγον διεστῶσιν ἀπὸ τῆς κώμης αὐτοῦ πλὴν μόνοις, 74.4 ὡς προείπομεν, τοῖς συγγενέσιν ἑαυτοῦ. ἀλλὰ καὶ ὅμως τοιαύτην ἑαυτῷ προση γορίαν ἐπιφημίσας ἐπὶ τῆς συνόδου τῆς συγκροτηθείσης ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῇ παρουσίᾳ τοῦ πατρὸς ἡμῶν Ὁσίου καθῃρέθη καὶ λαικὸς συνήχθη καὶ οὕτως ἔμεινε τὸν ἑξῆς χρόνον 74.5 ἐκπεσὼν καὶ τῆς ψευδοῦς ὑπονοίας τοῦ πρεσβυτερίου. περὶ γὰρ τῶν ἠθῶν αὐτοῦ περιττὸν ἡγούμεθα λέγειν δυναμένων πάντων εἰδέναι τὰ τοιαῦτα. ἐπειδὴ δὲ περὶ κλάσεως ποτηρίου καὶ τραπέζης ἐσυκοφάντησεν ἡμῶν τὸν ἐπίσκοπον Ἀθανάσιον, καὶ περὶ τούτου διηγήσασθαι ὑμῖν ἀναγκαῖον ἠπείχθημεν. φθάσαντες γὰρ εἴπομεν ἐκκλησίαν αὐτὸν μηδέ ποτε ἐσχηκέναι ἐν τῷ Μαρεώτῃ, ὡς δὲ ἐπὶ θεοῦ μάρτυρος οὐδὲ ποτήριον κέκλασται οὐδὲ τράπεζα ἀνετράπη παρὰ τοῦ ἐπισκόπου ἡμῶν οὐδὲ παρ' ἄλλου τινὸς τῶν συνόντων 74.6 αὐτῷ, ἀλλὰ πάντα ἐστὶ τὰ λεγόμενα συκοφαντία. καὶ ταῦτα λέγομεν οὐ μακρὰν τοῦ ἐπισκόπου ἀπόντες, πάντες γὰρ σὺν αὐτῷ ἐσμεν, ὅταν περιοδεύῃ τὸν Μαρεώτην· καὶ οὐδέποτε μόνος περιέρχεται, ἀλλὰ μετὰ πάντων ἡμῶν τῶν πρεσβυτέρων καὶ τῶν διακόνων καὶ λαῶν ἱκανῶν. διὸ καὶ ὡς συμπαρόντες αὐτῷ ἐν πάσῃ περιοδείᾳ, ᾗ πεποίηται πρὸς ἡμᾶς, ταῦτα λέγομεν καὶ μαρτυροῦμεν ὅτι οὔτε ποτήριον κατέαγεν οὔτε τράπεζα 74.7 ἀνετράπη, ἀλλὰ πάντα ψεύδεται, ὡς καὶ αὐτὸς διὰ τῆς ἑαυτοῦ χειρὸς μαρτυρεῖ. θε λήσαντα γὰρ αὐτὸν συναχθῆναι μετὰ τὸ ἀπελθεῖν αὐτὸν μετὰ Μελιτιανῶν καὶ τοιαῦτα φημίσαι κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθανασίου οὐκ ἐδέξαντο αὐτόν, καίτοι γράψαντα καὶ ἰδίᾳ χειρὶ ὁμολογήσαντα μηδὲν τούτων γεγενῆσθαι, ἀλλ' ὑποβεβλῆσθαι ὑπό τινων ταῦτα εἰπεῖν.

75.1 ∆ιὸ καὶ ἐλθόντες οἱ περὶ Θεόγνιον καὶ Θεόδωρον καὶ Μάριν καὶ Μακεδόνιον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα εἰς τὸν Μαρεώτην οὐδὲν εὑρόντες ἀληθές, ἀλλὰ μέλλοντος τοῦ πράγματος ἐλέγχεσθαι ὅτι συκοφαντίαν εἰργάσαντο κατὰ τοῦ ἐπισκόπου ἡμῶν Ἀθα νασίου αὐτοὶ οἱ περὶ Θεόγνιον ἐχθροὶ τυγχάνοντες τοὺς συγγενεῖς αὐτοῦ καί τινας 75.2 Ἀρειομανίτας πεποιήκασιν εἰπεῖν, ἅπερ ἤθελον. οὐ γάρ τις τοῦ λαοῦ κατὰ τοῦ ἐπισκόπου εἴρηκεν, ἀλλ' αὐτοὶ τῷ φόβῳ τοῦ ἐπάρχου τῆς Αἰγύπτου Φιλαγρίου καὶ 75.3 ταῖς ἀπειλαῖς καὶ τῇ προστασίᾳ τῶν Ἀρειομανιτῶν, ἅπερ ἠθέλησαν, πεποιήκασι. καὶ γὰρ ἐλθόντας ἡμᾶς ἐλέγξαι τὴν συκοφαντίαν οὐκ ἐπέτρεψαν, ἀλλὰ ἀπέρριπτον μὲν ἡμᾶς, οὓς δὲ ἤθελον συσκευαζόμενοι προσεδέχοντο καὶ συνετίθεντο αὐτοῖς διὰ τὸν φόβον τοῦ ἐπάρχου Φιλαγρίου, δι' ὃν οὔτε παρεῖναι ἡμᾶς ἐπέτρεψαν, ἵνα κἂν τοὺς ὑποβαλλομένους 75.4 ὑπ' αὐτῶν δυνηθῶμεν ἐλέγξαι, εἰ τῆς ἐκκλησίας εἰσὶν ἢ Ἀρειομανῖται. οἴδατε δέ, ἀγαπητοὶ πατέρες, καὶ ὑμεῖς, ὡς διδάσκετε ἡμᾶς, ὅτι ἐχθρῶν οὐκ ἰσχύει μαρτυρία. καὶ ὅτι μὲν