ἐν τῇ πόλει τῇ ἑαυτοῦ τὴν ἁγίαν ἱδρύων κιβωτὸν ἐν μέσῃ τῇ σκηνῇ, παντὶ τῷ ὑπηκόῳ εὐφροσύνην ποιήσας λαῷ, ἐναντίον τοῦ κυρίου διεμέρισεν εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου. Αὐτάρ2.1.18.3 κης αὕτη ἡ τροφὴ καὶ Ἰσραηλιτική, ἡ δὲ ἐθνικὴ περιττή. Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν. Τοῦτον ἐκτραπελόγαστρον Ἐπίχαρμος καλεῖ 2.1.18.4 ὁ κωμικός. Τοιοῦτοι τῶν ἀνθρώπων οἱ εἰς γαστέρα πεπιστευκότες, ὧν θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Τούτοις οὐκ ἀγαθὰ προεθέσπισεν ὁ ἀπόστολος, ὧν τὸ τέλος εἰπὼν ἡ ἀπώλεια. 2.2.t.1 Πῶς τῷ ποτῷ προσενεκτέον. Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ 2.2.19.2 πλῆθος ἄλλης θεραπείας δεόμενον. Φυσικὸν μὲν οὖν καὶ νηφάλιον ποτὸν ἀναγκαῖον διψῶσίν ἐστιν ὕδωρ. Τοῦτο ἐκ τῆς ἀκροτόμου πέτρας κατειβόμενον τοῖς παλαιοῖς τῶν Ἑβραίων μονότροπον σωφροσύνης ὁ κύριος ἐχορήγει ποτόν, νήφειν δὲ μάλιστα ἐχρῆν τοὺς ἔτι πλανωμένους. 2.2.19.3 Ἔπειτα ἡ ἄμπελος ἡ ἁγία τὸν βότρυν ἐβλάστησεν τὸν προφητικόν. Τοῦτο σημεῖον τοῖς εἰς ἀνάπαυσιν ἐκ τῆς πλάνης πεπαιδαγωγημένοις, ὁ μέγας βότρυς, ὁ λόγος ὁ ὑπὲρ ἡμῶν θλιβείς, τὸ αἷμα τῆς σταφυλῆς ὕδατι κίρνασθαι ἐθελήσαντος τοῦ λόγου, ὡς καὶ τὸ αἷμα αὐτοῦ 2.2.19.4 σωτηρίᾳ κίρναται. ∆ιττὸν δὲ τὸ αἷμα τοῦ κυρίου· τὸ μέν ἐστιν αὐτοῦ σαρκικόν, ᾧ τῆς φθορᾶς λελυτρώμεθα, τὸ δὲ πνευματικόν, τοῦτ' ἔστιν ᾧ κεχρίσμεθα. Καὶ τοῦτ' ἔστι πιεῖν τὸ αἷμα τοῦ Ἰησοῦ, τῆς κυριακῆς μεταλαβεῖν ἀφθαρσίας· ἰσχὺς δὲ τοῦ λόγου τὸ πνεῦμα, 2.2.20.1 ὡς αἷμα σαρκός. Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς· καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ' αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ 2.2.20.2 τῷ λόγῳ, δι' ἣν ὁ λόγος γέγονεν σάρξ. Ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν. 2.2.20.3 Ἀρέσκει οὖν τοὺς παῖδας καὶ τὰς κόρας ὡς ἐπὶ τὸ πλεῖστον ἀπέχεσθαι τοῦ φαρμάκου τούτου· οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυ μίαι καὶ διάπυρον ἦθος ἐκκαίεται, προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ 2.2.20.4 προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν. Ὀργῶσι γοῦν ἀναιδέστερον ἀναζέοντος οἴνου καὶ οἰδοῦσι μαστοί τε καὶ μόρια προκηρύσσοντες ἤδη πορνείας εἰκόνα καὶ τῆς ψυχῆς τὸ τραῦμα φλεγμαίνειν ἀναγκάζει τὸ σῶμα σφυγμοί τε ἀναιδεῖς περιεργίαν διώκουσιν εἰς παρα2.2.21.1 νομίας ἐκκαλούμενοι τὸν κόσμιον. Ἐνθένδε ἤδη τῆς ἡλικίας τὸ γλεῦκος ὑπερβάλλει τῆς αἰδοῦς τοὺς ὅρους. Χρὴ δέ, ὡς ἔνι μάλιστα, κατασβεννύναι πειρᾶσθαι τὰς ὁρμὰς τῶν νέων,