1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

41

σιν δι' ὃ φιλοσοφοῦσιν, ἐπὶ τὸ χλευάζειν τρέπονται. διὰ δὴ τοὺς τοιούτους ἐπι- τήδειόν τινα πρὸς τὸ ἰδιάζειν τόπον ἐπιλεξώμεθα. Καί τις ἐν αὐτοῖς πλούσιος ἀνὴρ καὶ διὰ παντὸς χῶρόν τινα περὶ ἑαυτὸν κεκτημένος πανμούσων φύλλων ἔφη· Ἐπειδὴ σφόδρα καῦμα ἐπιφλέγει, βραχὺ τῆς πόλεως εἰς ἐμοὺς κήπους ὑποχωρήσωμεν. καὶ δὴ προϊόν- τες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ·εύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη. ἔνθα ἐγὼ ἀσμένως ἐκαθεζόμην καὶ οἱ λοιποὶ περὶ ἐμέ, καὶ ἡσυχάζοντες ἀντὶ τῆς μελλούσης ἀξιοῦν με φωνῆς διὰ τοῦ ἀτενίζειν εἰς ἐμὲ δῆλοι ἦσαν τῆς ὑποσχέσεως τὴν ἀπόδειξιν ἀπαιτοῦντες. καὶ δὴ οὕτως λέγειν ἠρξάμην· Πολλή τις, ὦ ἄνδρες Ἕλληνες, ἡ διαφορὰ τυγχάνει ἀλη- θείας τε καὶ συνηθείας. ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη εὑρίσκεται, τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθῇ, εἴτε ἀληθὲς εἴτε ψευδές, ἀκρίτως ὑφ' ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκεν, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ' ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστιν ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολήν, κἂν πάνυ αὐτῷ δεικνύηται μωρὰ καὶ καταγέλαστος οὖσα. αὐτίκα γοῦν ἐγὼ τὴν πᾶσαν Ἑλλήνων παιδείαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο, καὶ τούτους κα- κοὺς καὶ παντοπαθεῖς, ἵνα ὁ τὰ ὅμοια πράττειν θέλων μηδὲ αἰδῆται (ὅπερ ἐστὶν ἀνθρώπου ἴδιον), παράδειγμα ἔχων τῶν μυθολογουμένων θεῶν τοὺς κακοὺς καὶ ἀσέμνους βίους. τῷ δὲ μηδὲ αἰδεῖσθαι οὐδὲ ἐλ- πίδα μετανοίας ὁ τοιοῦτος ἐμφαίνει. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ' ἣν μηδένα πάσχειν τι ἢ ποιεῖν δύνασθαι. ὁμοίως οὖν καὶ τοῦτο τῷ πρώτῳ ταὐτόν ἐστιν· νομίσας γάρ τις ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε πάσχειν οὔτε ποιεῖν ἔχει, ·ᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται-καὶ ἁμαρτὼν οὐ μεταμελεῖται ἐφ' οἷς ἠσέβηκεν, ἀπολογίαν φέρων ὅτι ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηναγκάζετο-καὶ ὡς τὴν γένε- σιν κατορθῶσαι μὴ δυνάμενος, ἐφ' οἷς ἐξαμαρτάνει οὐδὲ τὸ αἰδεῖσθαι ἔχει. ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων, οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν, ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνοουμένου καὶ ἑκάστῳ τὸ κατ' ἀξίαν ἀπονέμοντος, πᾶν ὅτι δύνανται διὰ τὴν ἀφοβίαν εὐκόλως δρῶσιν. ὅθεν οὐ ·ᾳδίως (ἢ τάχα οὐδὲ ὅλως) οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρο- νίζονται· τὸν γὰρ ἐπιστρέφοντα κίνδυνον οὐ προορῶνται. ὁ δὲ τῶν (ὡς ὑμεῖς φατε) βαρβάρων Ἰουδαίων λόγος εὐσεβέστατός ἐστιν, ἕνα πα- τέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα, δίκαιον δὲ ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ' ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα. οὗτος ὁ λόγος, εἰ καὶ μῦθος ὢν τυγχάνει, εὐσεβής γε ὢν οὐκ ἀσύμφορος ἂν εἴη τῷ βίῳ. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθή- σεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρ- μὴν λαμβάνει. εἰ δὲ καὶ ἀληθὴς εἴη ὁ λόγος, ἀπήλλαξε μὲν τὸν σωφρό-