41
χαρτουλάριον τηνικαῦτα τοῦ ὀξέως δρόμου τυγχάνοντα, πρός τε τὸν ἄρχοντα τοῦ Ταρὼν τῆς τοιαύτης ἕνεκα ὑποθέσεως καὶ πρὸς τὸν Ἀδρανασήρ, τὸν κουροπαλάτην Ἰβηρίας, διά τινας ἑτέρας ὑποθέσεις, δοὺς αὐτῷ καὶ πρὸς ἀμφοτέρους ξενάλια τὰ ἁρμόζοντα. ∆ιαβληθέντος δὲ τοῦ εἰρημένου Σινούτου παρὰ Θεοδώρου, τοῦ τῶν Ἀρμενίων ἑρμηνευτοῦ, πρὸς τὸν εἰρημένον ἀοίδιμον βασιλέα, ἐξαπεστάλη βασιλικὸς ἀντ' αὐτοῦ ὁ πρωτοσπαθάριος Κωνσταντῖνος καὶ δομέστικος τῆς ὑπουργίας ὁ τοῦ Λιβός, ὁ νῦν ἀνθύπατος πατρίκιος καὶ μέγας ἑταιρειάρχης, ἐνταλματικῶς ὁρισθεὶς τοῦ ἀναλαβέσθαι τὰ πρὸς τὸν ἄρχοντα τοῦ Ταρών, τὸν Κρικορίκιον, ἀποσταλέντα ξενάλια, καὶ αὐτὸς μὲν πρὸς τὸ Ταρὼν εἰσελθεῖν, τὸν δὲ Σινούτην προτρέψασθαι πρὸς τὸν Ἀδρανασήρ, τὸν κουροπαλάτην Ἰβηρίας, κατὰ τὰ ἐνταλθέντα αὐτῷ ἀπελθεῖν. Καταλαβὼν δὲ τὸ Ταρὼν ὁ εἰρημένος πρωτοσπαθάριος καὶ ἀποδοὺς Κρικορικίῳ τὰ πρὸς αὐτὸν ἀποσταλέντα τοῦ βασιλέως δῶρα καὶ γράμματα, ἀνελάβετο τὸν νόθον τοῦ Ταρωνίτου υἱόν, ὃς Ἀσώτιος ὠνομάζετο, καὶ εἰσήγαγεν αὐτὸν πρὸς τὴν βασιλεύουσαν, ὃν ὁ βασιλεὺς τῇ τοῦ πρωτοσπαθαρίου τιμήσας ἀξίᾳ καὶ ἱκανῶς φιλοφρονησάμενος, πρὸς τὸν ἴδιον πατέρα διὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου ἀπέστειλεν. Ἀναλαβόμενος οὖν ὁ αὐτὸς Κωνσταντῖνος ἐκεῖθεν Ἀπογάνεμ, τὸν ἀδελφὸν Κρικορίκου, τοῦ ἄρχοντος τοῦ Ταρών, εἰσήγαγεν πρὸς τὸν μακάριον βασιλέα μετὰ καὶ τῶν δύο υἱῶν τοῦ Ἀρκάϊκα, ὃν καὶ τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ τιμήσας ὁ βασιλεὺς καὶ φιλοφρόνως πολλάκις δεξιωσάμενος, ἀπέστειλεν αὖθις διὰ τοῦ αὐτοῦ Κωνσταντίνου εἰς τὴν οἰκείαν χώραν καὶ πρὸς τὸν ἴδιον ἀδελφόν. Μετὰ δὲ ταῦτα ἐν Χαλδίᾳ ὁ εἰρημένος Κωνσταντῖνος ἐπὶ χρόνον ἱκανὸν διατρίψας, ἐπετράπη διὰ κελεύσεως εἰσελθεῖν ἐν τῷ Ταρὼν καὶ ἀναλαβέσθαι Κρικορίκιον, τὸν ἄρχοντα τοῦ Ταρὼν καὶ πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν, ὃ καὶ ἐποίησεν. Εἰσελθόντος δὲ τοῦ αὐτοῦ Κρικορικίου ἐν τῇ θεοφυλάκτῳ πόλει καὶ τῇ τοῦ μαγίστρου καὶ στρατηγοῦ Ταρὼν ἀξίᾳ τιμηθέντος, ἐδόθη αὐτῷ καὶ οἶκος εἰς κατοικίαν, ὁ τοῦ Βαρβάρου λεγόμενος, ὁ νῦν Βασιλείου τοῦ παρακοιμωμένου οἶκος. Ἐτιμήθη δὲ καὶ ἐτησίῳ ῥόγᾳ χρυσίου μὲν δέκα λίτρας καὶ μιλιαρησίων ἑτέρας δέκα λίτρας, ὡς εἶναι τὸ πᾶν λίτρας εἴκοσι. Καὶ ἐπὶ χρόνον ἐν τῇ βασιλευούσῃ διατρίψας, καὶ διὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου Κωνσταντίνου πάλιν πρὸς τὴν οἰκείαν διεσώθη χώραν. Μετὰ δὲ ταῦτα πάλιν εἰσῆλθεν καὶ ὁ Ἀπογάνεμ πρὸς τὸν μακάριον βασιλέα, καὶ προεβιβάσθη παρ' αὐτοῦ εἰς πατρικιότητα· ἐπετράπη δὲ καὶ εἰς γυναῖκα λαβεῖν τοῦ εἰρημένου Κωνσταντίνου θυγατέρα, καὶ ἐπὶ τῇ τοιαύτῃ προφάσει καὶ οἶκον ἐπεζήτησεν, καὶ ἔλαβεν καὶ αὐτὸς τὸν τοῦ Βαρβάρου οἶκον χρυσοβουλλίου χωρίς. Καὶ φιλοφρονηθεὶς παρὰ τοῦ βασιλέως, τῷ τότε μὲν πρὸς τὴν ἰδίαν χώραν ὑπέστρεψεν πρὸς τὸ πάλιν εἰσελθεῖν καὶ τὰ τοῦ γάμου ἀπαρτίσασθαι, ἅμα δὲ τῷ εἰς τὴν οἰκείαν χώραν διασωθῆναι μετ' ὀλίγας ἡμέρας τέλει τοῦ βίου ἐχρήσατο. Ὁ δὲ τούτου ἀδελφός, Κρικορίκιος διὰ γραμμάτων αὐτοῦ ἐξῃτήσατο εἰσέρχεσθαι εἰς τὴν βασιλεύουσαν καὶ παρὰ τῶν χειρῶν τοῦ ἁγίου βασιλέως λαμβάνειν τὴν διδομένην ῥόγαν αὐτοῦ καὶ ἐπὶ χρόνον τινὰ ἐν τῇ θεοφυλάκτῳ διατρίβειν πόλει. Καὶ ἐπὶ τούτῳ τὸν τῷ οἰκείῳ ἀδελφῷ προχειρισθέντα οἶκον εἰς κατοίκησιν λαβεῖν ἠξίου, ὃν καὶ ἐπιδέδωκεν αὐτῷ ὁ μακάριος βασιλεὺς διά τε τὸ νεωστὶ ὑποταγῆναι καὶ διὰ τὸ καὶ ἄλλους ἄρχοντας τῆς ἀνατολῆς πρὸς τὸν ὅμοιον ζῆλον τῆς πρὸς Ῥωμαίους ὑποταγῆς ἐκκαλέσασθαι· ἔγγραφον δὲ χρυσοβούλλιον δωρεὰν τοῦ τοιούτου οἴκου πρὸς αὐτὸν οὐκ ἐποίησεν. Μετὰ δὲ χρόνους ἱκανούς, Ῥωμανοῦ τοῦ μακαρίου βασιλέως τῶν σκήπτρων τῆς βασιλείας Ῥωμαίων ἐπειλημμένου, ἀνήγαγεν ὁ αὐτὸς Κρικορίκιος μὴ ἰσχύειν κρατεῖν τὸν τοῦ Βαρβάρου οἶκον, ἀλλ' ἠξίου λαβεῖν ἀντ' αὐτοῦ προάστειον ἐν Κελτζηνῇ, εἴτε τοῦ Τατζάτου, εἴτε ἄλλο, οἷον κελεύει ὁ βασιλεύς, ἵνα, ὅτε ἐπιδρομὴ τῶν Ἀγαρηνῶν κατὰ τῆς χώρας αὐτοῦ γένηται, ἀποστέλλειν ἐκεῖσε ἔχει τὴν οἰκείαν συγγένειαν καὶ