41
ἁγίας καὶ ἱερᾶς εὐχαριστίας μετόχους ποιήσαντας καὶ τῆς ἐπαγγελίας τοῦ Θεοῦ κοινωνοὺς καὶ συγκληρονόμους θεμένους ὑμᾶς. Τούτους εὐλαβούμενοι τιμᾶτε παντοίαις τιμαῖς· οὗτοι γὰρ παρὰ Θεοῦ ζωῆς καὶ θανάτου ἐξουσίαν εἰλήφασιν ἐν τῷ δικάζειν τοὺς ἡμαρτηκότας καὶ κατα δικάζειν εἰς θάνατον πυρὸς αἰωνίου καὶ λύειν ἁμαρτιῶν τοὺς ἐπιστρέφοντας καὶ Ζωογονεῖν αὐτούς. Τούτους ἄρχοντας ὑμῶν ἡγεῖσθε καὶ βασιλεῖς νομίζετε, καὶ δασμοὺς ὡς βασιλεῦσι προσφέρετε· ἐξ ὑμῶν γὰρ αὐτούς τε καὶ τοὺς ἐνοίκους αὐτῶν τρέφεσθαι χρή. Ὡς Σαμουὴλ διετάξατο πρὸς τὸν λαὸν περὶ τοῦ βασιλέως ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν καὶ Μωϋσῆς περὶ τῶν ἱερέων, οὕτως καὶ ἡμεῖς ὑμῖν περὶ τῶν ἐπισκόπων διατασσόμεθα. Eἰ γὰρ ἐκεῖ πλῆθος τηλικούτου βασιλέως ἀναλόγως τὰς ὑπηρεσίας ἐδίδου, πόσῳ μᾶλλον οὐχὶ καὶ νῦν ὁ ἐπίσκοπος λαμβάνειν ὀφείλει παρ' ὑμῶν τὰ ἐκ τοῦ Θεοῦ αὐτῷ ὡρισμένα πρὸς διατροφὴν αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ κληρικῶν; Eἰ δὲ δεῖ καί τι προσθεῖναι τῷ λόγῳ, πλεῖον οὗτος λαμβα νέτω, ἢ ἐκεῖνος τὸ παλαιόν· ὁ μὲν γὰρ στρατιωτικὰ μόνα διεῖπεν, πόλεμον καὶ εἰρήνην ἀναδεδεγμένος εἰς φυλακὴν σωμάτων· ὁ δὲ τὴν εἰς Θεὸν ἱερωσύνην, σῶμα καὶ ψυχὴν παραιτούμενος κινδύνων. Ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ ἱερωσύνη βασιλείας· δεσμεύει γὰρ αὐτὴ καὶ λύει τοὺς τιμωρίας ἢ ἀφέσεως ἀξίους. ∆ιὸ τὸν ἐπίσκοπον στέργειν ὀφείλετε ὡς πατέρα, φοβεῖσθαι ὡς βασιλέα, τιμᾶν τε ὡς κύριον, τοὺς καρποὺς ὑμῶν καὶ τὰ ἔργα τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν ὑμῶν προσφέροντες αὐτῷ, τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς δεκάτας ὑμῶν καὶ τὰ ἀφαιρέματα ὑμῶν καὶ τὰ δῶρα ὑμῶν διδόντες αὐτῷ ὡς ἱερεῖ Θεοῦ, ἀπαρχὴν σίτου, οἴνου, ἐλαίου, ὀπώρας, ἐρέας, καὶ πάντων ὧν Κύριος ὁ Θεὸς ἐπιχορηγεῖ ὑμῖν. Καὶ ἔσται σοι ἡ προσφορά σου δεκτὴ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσει Κύριος τὰ ἔργα τῶν χειρῶν σου καὶ πληθυνεῖ τὰ ἀγαθὰ τῆς γῆς σου, ἐπείπερ «Eὐλογία εἰς κεφαλὴν τοῦ μεταδιδόντος». Χρὴ δὲ ὑμᾶς γινώσκειν ὅτι, εἰ καὶ ἐρρύσατο ὑμᾶς Κύριος τῆς δουλείας τῶν ἐπεισάκτων δεσμῶν καὶ ἐξήγαγεν ὑμᾶς εἰς ἀνάψυξιν, μηκέτι ἐάσας ὑμᾶς θύειν ἄλογα ζῷα περὶ ἁμαρτιῶν καὶ καθαρισμοῦ καὶ ἀποπομπαίων καὶ λουτρῶν συνεχῶν καὶ περιραντηρίων, οὐ δήπου καὶ τῶν εἰσφορῶν ὑμᾶς ἠλευθέρωσεν ὧν ὀφείλετε τοῖς ἱερεῦσιν, καὶ τῶν εἰς τοὺς δεομένους εὐποιϊῶν. Λέγει γὰρ ὁ Κύριος ὑμῖν ἐν τῷ Eὐαγγελίῳ· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ