Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον; Ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανεράν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα.
ΨΑΛΜΟΣ ΚΒʹ.
Ψαλμὸς τῷ ∆αβίδ. (A f. 128.) Ὁ ἐν χερσὶ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν τοῖς
λεχθεῖσιν ἐν τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ. Οἱ γὰρ ἐξ ἐθνῶν πιστεύσαντες, διδακτοὶ Θεοῦ γεγονότες, κατὰ τὸ γεγραμμένον, φαγόντες καὶ ἐμπλησθέντες πνευματικῶς, τὸν τῆς σωτηρίου τρο φῆς χορηγὸν ἐπιγινώσκουσι, καὶ ποιμένα καὶ τροφέα καλοῦσι, καὶ δὴ καί φησιν, ὡς ἒν ὄντες διὰ τὴν πίστιν καὶ εἰς μίαν τελοῦντες ἀγέλην. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. (A f. 128.) Μέγα φρονοῦσιν οἱ διὰ Χριστοῦ ταῖς θείαις αὐλαῖς ἐνσεσηκασμένοι, ποιμανθέντες τε παρ' αὐτοῦ· καὶ οὐχ ἕνα τινὰ τῶν ἁγίων ἁπλῶς λαχόντες καθηγητὴν, ὥσπερ ὁ Ἰσραὴλ τὸν Μωσέα, ἀλλὰ τῶν ποιμένων τὸν ἀρχιποίμενα, καὶ τῶν διδασκόντων τὸν παιδευτὴν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ τοῦτο εἰδότες φασὶ τὸ, Οὐδέν με ὑστερήσει· παναλκὴς γὰρ ὁ Χριστὸς καὶ ἀμφιλαφῆ ποιεῖται τὴν χορηγίαν τῶν ἑαυτοῦ χαρισμάτων τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. ∆ίδωσι γὰρ ἐξ οἰκείου πληρώματος, καὶ χορηγεῖ τὰς παρὰ Πατρὸς εὐλογίας, καὶ ἔστιν αὐτὸς ἀγαθοῦ παντὸς καὶ πηγὴ καὶ πρύτανις. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. (A f. 128.) Ἐπειδὴ φωνὴ πρέπουσα προβάτοις ἐστὶ τὸ, "Κύριος ποιμαίνει με," ἐπιμένουσι τῇ τοῦ λόγου τροπῇ οἱ παρὰ Χριστοῦ ποιμαινόμενοι, καὶ προσεπάγουσι τὰ ἐκ τῆς ποιμενικῆς εὐτεχνίας ἐκ 69.841 βεβηκότα αὐτοῖς ἀγαθὰ, χλόην καὶ ὕδωρ αὐτὰ ὀνομά ζοντες. Νοηθείη δ' ἂν τόπος μὲν χλόης, τὰ τοῦ Θεοῦ ἀειθαλῆ λόγια, ἡ ἁγία καὶ θεόπνευστος Γραφὴ πρὸς εὐανδρίαν τρέφουσα πνευματικὴν τὰς τῶν πιστευόν των καρδίας· ὕδωρ δὲ τὸ ζῶν καὶ ζωοποιὸν, ἡ τοῦ ἁγίου Πνεύματος χορηγία. (A f. 128 b) Ἢ τάχα κυριώτερον τόπος χλόης, ὁ παράδεισός ἐστιν οὗ ἐκπεπτώκαμεν, εἰς ὃν ἡμᾶς ἐπανάγει Χριστὸς καὶ κατασκηνοῖ, διὰ τοῦ ὕδατος τῆς ἀναπαύσεως, τουτέστι διὰ τοῦ βαπτίσματος. "Ἐὰν γὰρ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου. (A f. 128 b) Ἐπεὶ δὲ εἰς τὸν θάνατον Χριστοῦ βαπτιζόμεθα, λεχθήσεται καὶ τὸ βάπτισμα σκιὰ θανάτου καὶ μίμημα, ὃν οὐ χρὴ φοβεῖσθαι. Νοοῖτο δ' ἂν σκιὰ θανάτου καὶ ὁ φυσικὸς καὶ κοινὸς θάνατος, πρὸς ἀντιδιαστολὴν τοῦ προαιρετικοῦ θανάτου, τοῦ τῆς ψυχῆς, φημὶ, ὃς οὐκ ἔστι σκιὰ θανάτου, ἀλλὰ θά νατος ἀληθής. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. (A f. 129 b) Γευσάμενοι οἱ ἐξ ἐθνῶν πιστεύσαν τες τῆς εὐαγγελικῆς τραπέζης, λέγουσι πρὸς τὸν παρατεθεικότα ταύτην Χριστὸν, ὅτι Ἡ τράπεζα ἣν ἡμῖν ἡτοίμασας, ἐναντίως ἔχει πρὸς τὴν τῶν Ἐλλή νων τράπεζαν. Οἱ γὰρ παρ' Ἕλλησι σοφοὶ, οὐδὲν τῶν ἀναγκαίων ἡμᾶς ἐδίδαξαν· ἀλλ' ἐπίεζόν τε καὶ ἔθλι βον ἐν λιμῷ καὶ σπάνῃ παντὸς ὀνησιφόρου μαθήμα τος. Ἡ δὲ θεία τε καὶ ἱερὰ τράπεζα, ἡ θεόπνευστος Γραφὴ, ἐναντίως ἔχει πρὸς τὴν τῶν θλιβόντων ἡμᾶς ἐκείνην τὴν φθοροποιὸν καὶ ἄτροφον, πλουσία οὖσα καὶ πολυτελὴς, καὶ ὄψων, ἤγουν ἐδεσμάτων, ποικιλίαν ἔχουσα πολλὴν καὶ παράθεσιν. Νουθεσίαι γὰρ ἐν αὐτῇ πλεῖσται καὶ σωτηριώδεις, καὶ τῆς ἀληθοῦς εὐζωΐας παραδεικτικαὶ, καὶ εἰς εὐεξίαν πνευματικὴν φέρουσαι. Τάχα δὲ καὶ τοῦτό ἐστιν ὃ λέγουσιν οἱ πι στεύσαντες, ὅτι Ἡτοίμασας ἡμῖν πνευματικὴν τρά πεζαν, ἵνα φαγόντες καὶ ἰσχύσαντες, δυνηθῶμεν ἐλ θεῖν ἀπεναντίας τῶν ποτε θλιβόντων ἡμᾶς. Ἡ γὰρ πνευματικὴ εὐτροφία, τὴν ψυχὴν εὖ ῥώσασα, ἀνθίστα σθαι αὐτὴν ποιεῖ καὶ ἀκαθάρτοις πνεύμασι καὶ τοῖς ἐν πλάνῃ διδασκάλοις. Ἀλλὰ καὶ ἡ μυστικὴ τρά πεζα, ἡ σὰρξ τοῦ Κυρίου, ἰσχυροὺς ἡμᾶς κατὰ παθῶν καὶ κατὰ δαιμόνων ἐργάζεται.