1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

41

ἀπογυμνῶν προαίρεσιν πάλιν τούτοις κέχρηται τοῖς ῥήμασιν· «Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησιν δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τί δὲ δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος; οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά 2.7.5 τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι. καὶ γάρ, ἦ δ' ὃς, οὗτοι δὴ οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια 2.7.6 εἶναι λέγειν. οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσιν καὶ μάχονται οὐδὲ γὰρ ἀληθῆ, εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ' εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις, καὶ 2.7.7 τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.» 2.7.8 Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιτητέας εἶναι διδάσκει· ὡς μηκέτ' ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώρησιν τὴν τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν εὐαγγελίζεσθαι, ὁπότε 2.7.9 καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται. ὅθεν ἔπεισί μοι καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμάζειν, τίνα τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας καὶ ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις τῆς οἰκείας περιέγραψαν θεολογίας. καὶ τοῦτο δέ σοι γνῶναι πάρεστιν ἀπὸ τῆς ∆ιονυσίου τοῦ Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας· οὗτος γὰρ ἐν τῷ δευτέρῳ τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆς Ῥωμαίων πόλεως ἱστορῶν τά τε ἄλλα αὐτοῦ διέξεισι κατορθώματα, ἀτὰρ καὶ τὰ περὶ τῶνδε, τοῦτον γράφων τὸν τρόπον· 2.8.1

ιαʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΡΩΜΑΙΟΥΣ ΘΕΟΛΟΓΙΑΣ

«Ἀλλ' ἔγνω ὅτι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ 2.8.2 θεῖα καὶ δαιμόνια σεβασμῶν. ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε, ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει, καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι νομίμων. τοὺς 2.8.3 δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ' οὐδὲ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλεν καὶ παρεσκεύασεν τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανάψας ἀνάξιον