ὀμματόγραφος. 9Σίνηπι9: Τὸ σι ι, τῷ κανόνι τοῦ στῖμι· τὸ νη η, ἐκ τοῦ λέγειν σίναπιν· τὸ πι ι, ὡς οὐδέτερον. 9Στιτεῖρα9: ι καὶ ει ἡ παράδοσις. 9Στάγιρα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν· Φιλόξενος δὲ διὰ τῆς ει διφθόγγου λέγει αὐτὸ γράφεσθαι· διὰ τὸ λέγειν τὸ Στάγειρος καὶ τὰ Στάγειρα· καὶ γὰρ ἔθος ἔχουσιν τὰ διὰ τοῦ ειρος ῥηματικὰ οὐδέτερα λέγειν, καὶ διὰ τῆς ει διφθόγγου γράφειν· οἷον, ὀνῶ ὄνειρον· μάσσω μάγειρος. 9Σμιλή9: Ὀξύνεται καὶ σημαίνει τὸ σμιλίον· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς λη λήγοντα μονογενῆ οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, σμιλή· μαριλή· σημαίνει δὲ τὴν κόνιν· ἰλή· σημαίνει δὲ τὴν ἄθροισιν. 9Σχῖνοσ9: ι, τῷ λόγῳ τοῦ σκοπελῖνος. 260 9Σκωρῖνοσ9: Ὡς ι ἡ παρατελευταῖα ἡ παράδοσις. 9Συνουσία9: ι ἡ παράδοσις· παρὰ γὰρ τὸ συνίεναι· ἐπὶ δὲ τῶν ἀφροδισίων καὶ χρηστικωτέρων λέγεται. 9Σειληνόσ9: Σειλινοὶ δὲ λέγονται οἱ γέροντες τῶν Σατύρων· διὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ σείεσθαι αὐτῆς τὸ λινὸν γέγονεν, ἢ παρὰ τὸ σεσειρέναι καὶ χαίρειν σερινὸς, καὶ κατὰ προσθήκην τοῦ ι, καὶ μετάθεσιν τοῦ ρ εἰς λ σειλινός. 9Σφάγιον9: ι· ἀλλὰ καὶ σφαγεῖον διφορεῖται τῷ τόνῳ καὶ τῇ γραφῇ. 9Σιλανόσ9: ι, παρὰ τὸ σίλλος. 9Σεμίραμισ9: ι· βάρβαρον γάρ ἐστιν ὄνομα· τὰ δὲ βάρ βαρα ἀποστρέφει τὴν ει δίφθογγον· ∆αΐδ· Βενιαμίν· οὕτως καὶ Σεμίραμις. 9Συκοφαντία9: ι. 9Σίσοφοσ9: ι· τὸ γὰρ θεὸς σιὸς λέγουσιν οἱ Λάκωνες διὰ τοῦ ι· ἀπὸ οὖν τοῦ σιὸς καὶ τοῦ σοφὸς γέγονεν σιόσοφος καὶ σίσο φος· οἱονεὶ σόφος καθάπερ θεός. 9Σίφων9: ι· παρὰ γὰρ τὸ σίζω τὸ σημαῖνον τὸ ἦχον ἀποτελῶ γίνεται σίζων, καὶ τροπῇ τοῦ ζ εἰς φ σίφων. 9Σίζω9: ι· τὰ γὰρ διὰ τοῦ ιζω ῥήματα διὰ τοῦ ι γράφεται. 9Σειρήν9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση μαῖνον τὸ συμπλέκω γίνεται εἰρὴ, καὶ ἐν πλεονασμῷ τοῦ σ Σειρήν. 9Σπεῖσαι9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ σπένδω. 9Στείχω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ στοίχω· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, στείβω, στοιβή. 9Σειρά9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση μαῖνον τὸ συμπλέκω γέγονεν εἰρὰ, καὶ ἐν πλεονασμῷ τοῦ σ σειρά· οἱ δὲ ∆ωριεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ σηρά· καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον ἔχειν· τρέπουσιν γὰρ ἐκεῖνοι τὴν ει δίφθογγον εἰς η. 261 9Σεισάχθεισα9: Σημαίνει δὲ τὸ ἀποσείεσθαι τὸ ἄχθος, διὰ τῆς ει διφθόγγου γράφεται· κατὰ δὲ τὴν παραλήγουσαν, τῷ λόγῳ. τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Σαμάρεια9: ει· Σαμάρεως γὰρ ἔγκειται ἡ γενική. 9Σπειώ9: Ἔστιν δὲ μία τῶν Νηρηΐδων, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ σπέσος γέγονεν σπέσω, καὶ προσθέσει τοῦ ι Σπειώ· ὥσπερ χρέος, χρεὼ, χρειώ· κλέος, κλεὼ, Κλειώ. 9Σώτειρα9: ∆ιὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν ειρα θη λυκῶν. 9Στεῖρα9: Σημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουσαν, καὶ τὸν ἱστὸν τοῦ πλοίου· διὰ τῆς ει διφθόγγου γράφεται· ἐπὶ μὲν τοῦ ἱστοῦ, ἢ τῆς πρώρου, ἢ τῆς τρόπης, ὅτι ἀπὸ τοῦ στερεὸν γέ γονεν στέρω, καὶ ἐν πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει δι φθόγγου· ἐπὶ δὲ τῆς γυναικὸς τῆς μὴ τικτούσης, ἀπὸ τοῦ στέ ρεσθαι γέγονεν στέρα, καὶ πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει διφθόγγου· οἱονεὶ ἡ στερουμένη τοῦ τίκτειν. 9Συνειδόσ9: ει· συνειδέναι. 9Σπείρω9: Σπερῶ γὰρ ὁ μέλλων. 9Σκαφεῖον9: Ὥσπερ γὰρ ἐργαλεῖον· παρὰ τὸ σκαφεύς. 9Σείριοσ9: Ἔστιν δὲ ἀστὴρ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω γέγονεν εἴριος, καὶ πλε ονασμῷ τοῦ ι Σείριος· ὁ γὰρ Σείριος λέγει καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους· ἢ παρὰ τὸ σεσειρέναι γέγονεν σέριον, καὶ πλεονασμῷ τοῦ ι σείριον· σεσηρέναι γὰρ καὶ χαίρειν ποιεῖ ἡμᾶς ὁ Σείριος, καύματος ὢν αἴτιος. 9Σκιάδειον9: ει, διὰ τὸν χαρακτῆρα εἴρηται. 9Σκείρω9: Ἔστιν δὲ ὄνομα ληστοῦ, ὅστις πολλῆς φθορᾶς ἦν ἄξιος· καὶ γὰρ τοὺς παρερχομένους ἔῤῥιπτεν ἐπάνω τῆς χελώνης, ἡ δεχομένη ἤσθιεν αὐτούς· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ κείρω γέγονεν κείρων, καὶ πλεονασμῷ τοῦ σ Σκείρων· τὸ δὲ κείρω διὰ τῆς ει διφθόγγου γράφεται τῷ λόγῳ τοῦ σπείρω. 9Σίαλον9: ι· παρὰ τὸ